# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.665

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.665

στον τοῦ θανάτου κενώσας μυχὸν, ἀνεβίω τριήμερος· ἀνέβη δὲ οὕτω πρὸς τὸν Πατέρα μετὰ τῆς ἀναληφθείσης σαρκὸς, ἀπαρχή τις ὥσπερ τῆς ἡμετέρας φύσεως, καὶ «πρωτότοκος ἐκ νεκρῶν, ἵν' ἐν πᾶσι γένηται πρωτεύων,» κατὰ τὸ γεγραμμένον. Ἥκει τε εἰσαῦθις ἡμῖν ἐξ οὐρανοῦ κριτὴς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. «Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Ἐπὶ τούτοις, ἀγαπητοὶ, τὰ τῆς ἁγίας ἡμῶν ἑορτῆς συνθήματα, ταυτὶ, τῆς θείας ἡμῖν πανηγύρεως ἀνακηρύττει τὰς ἀφορμάς. Φέρε τοίνυν πάντα περιστείλαντες ὄκνον, καὶ πᾶσαν ῥᾳστώνην τῆς ἑαυτῶν διανοίας ἀποπεμψάμενοι, γοργῷ καὶ ἐγρηγορότι φρονήματι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δρομαῖοι χωρήσωμεν, τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον, τὴν εἰς ἀλλήλους ἀγάπην ἀσπαζόμενοι, τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύοντες, τὸν ἐν ψυχαῖς μολυσμὸν παρωθούμενοι, τῶν πτωχῶν μνημονεύοντες τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· μνημονεύοντες δὲ τῶν δεσμίων, ὡς συνδεδε[ς]μένοι· καὶ πάντα πράττοντες μετὰ φόβου Θεοῦ. Τότε γὰρ, τότε τῷ πάντων Δεσπότῃ καὶ Σωτῆρι Χριστῷ καθαράν τε καὶ ἀνυπέτιον τὴν νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἐπὶ ἐννάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας, τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ δι' ὀρθῆς πολιτείας τοῖς ἁγίοις πάλιν ἐντρυφήσωμεν λόγοις· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος. Ἀμήν. ΛΟΓΟΣ ΙΒʹ. αʹ. Σκιὰν μὲν ὁ νόμος ἔχει τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας ὑποπλάττεται σχῆμα, διὰ τύπου καὶ αἰνιγμάτων, τῶν διὰ Χριστοῦ τεθεσπισμένων ὑποφαίνων ἡμῖν τὸ μυστήριον. Τοιγάρτοι διεκελεύετο τοῖς υἱοῖς Ἰσραὴλ λέγων· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» Ἡμεῖς δὲ τῶν τύπων ἰόντες ὡς ποῤῥωτάτω, τῶν ἀρχαίων σχημάτων τὴν τῶν καθ' ἡμᾶς πραγμάτων ἀπαλλάττοντες φύσιν, προὐργιαιτέραν ποιώμεθα τῶν θείων καὶ εὐαγγελικῶν ἐνταλμάτων τὴν παίδευσιν. Καὶ ἐπείπερ ἡμῖν ἡ διαφανὴς καὶ εὐσημοτάτη πάλιν ἀνέλαμψεν ἑορτὴ, τοὺς ὑπὲρ τῆς εὐκοσμίας ἀγῶνας, καθάπερ τι τῶν ὡρίμων ἑαυτῇ συνεισάγουσα, δότε δὴ, δότε τὰς τῶν ἁγίων ἰχνηλατοῦντι φωνὰς, καθάπερ ἐξ ἱερᾶς ἡμῖν ἀναφωνῆσαι σάλπιγγος· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
