Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.668
Not analysed yet
τρίβους αὐτοῦ.» Τὸ γὰρ οἶμαι ζῇν ἐπείγεσθαι φιλοθέως, καὶ τοῖς ἐξ ἐπιεικείας αὐχήμασι κατασεμνύνεσθαι φιλεῖν, ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὸ ἑτοιμάζειν ἐστὶ τὴν ὁδὸν Κυρίου, καὶ τὴν τοῖς ἑορτάζουσιν πρέπουσαν ἐξ ἀγαθοῦ συνειδότος εἰσδέχεσθαι θυμηδίαν. «Τοῖς μὲν γὰρ ἀσεβέσι οὐκ ἔστι χαίρειν, λέγει Κύριος.» Πῶς γὰρ ἂν ἢ πόθεν ἁρμόσαι τοῦτο αὐτοῖς, ἐπηρτημένην ἔχουσι τὴν ἐφ' οἷς εὐθύνονται δίκην; Τό γε μὴν ἐν εὐπαθείαις εἶναι πνευματικαῖς, καὶ λιπαρωτάταις ἐλπίσι καταπιαίνεσθαι, πρέποι ἂν εἰκότως τοῖς ὅτι μάλιστα βεβιωκόσιν ὀρθῶς, καὶ ὥσπερ τινὰ κανόνα τῆς οἰκείας ζωῆς τὸν θεῖον ἀποφήνασι νόμον. Ὅθεν, ἅγιοι ἀδελφοὶ, κλήσεως οὐρανίου μέτοχοι, κατα[κ]ονῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, κατὰ τὸ γεγραμμένον, διαμεμνημένοι τοῦ λέγοντος· «Σίδηρος σίδηρον ὀξύναι, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.» Ὅνπερ γὰρ τρόπον οἱ βαρβαρικαῖς ἐφόδοις ἀντεγειρόμενοι, καὶ ἀντεξάγειν θέλοντες ὡς ἔνι καλῶς, παραθήγουσι μὲν ἀλλήλοις εὐτολμίαν, καὶ παρακροτεῖν ἐπείγονται εἰς ἐπίδειξιν αὐτοῖς ῥώμης τε καὶ τέχνης, τὸν τοῦ πολέμου καιρὸν εὑρῆσθαι πιστεύοντες, οὕτω τε δεινοὶ καὶ δυσκίνητοι τοῖς δι' ἐναντίας ἐμπίπτουσιν· ὄκνου μὲν ἤδη πως ἀμείνους ὄντες καὶ δείματος, καὶ τῶν ἀνωτάτω κινδύνων κατευμεγεθοῦντες, εἰ τύχοι· οὕτω δὴ χρῆναί φημι τοὺς οἷ[ς]περ ἂν εἶεν τῆς ὁσιότητος ἐρασταὶ, τοῖς τοῦ διαβόλου κακουργήμασιν ἀοκνότατα μὲν ἀντιφέρεσθαι φιλεῖν· εὐσθενεστάτην δὲ οὕτω ποιεῖσθαι τὴν ἀντίστασιν, ὡς αὐτό που λοιπὸν ἀληθεύοντας ἐκεῖνο φωνεῖν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἣ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Κατακομίσαι γὰρ ἂν εἰς δειλίαν ἡμᾶς τὸ σύμπαν οὐδὲν, εἰ τῆς τῶν ἁγίων ἀρετῆς κατ' ἴχνος ἑπόμενοι, τὴν αὐτὴν ἐκείνοις ἔχομεν γνώμην, ἀνδριζομένοις τε καὶ λέγουσι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;» —»Δεῦτε τοιγαροῦν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, «ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.» Καλεῖ γὰρ ἡμᾶς καὶ νῦν ὁ καιρὸς εἰς τριπόθητον ἑορτήν. Καὶ ἐπείπερ ὁ πᾶσιν ἀπηχθημένος κατηργήθη θάνατος ἐν δυνάμει Χριστοῦ, καὶ ἡ πάλαι δεινὴ καὶ δυσάλωτος ἀνῃρέθη φθορὰ, διὰ τῆς ἀναστάσεως αὐτοῦ, φέρε τι μέγα καὶ διαπρύσιον ἱέντες κήρυγμα τοῖς ἁπανταχόσε λέγωμεν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ τίς ἂν γένοιτο πάλιν ὁ τῆς ἀγαλλιάσεως τρόπος τοῖς ἐν Χριστῷ τοῦτο δρακῆ ἑλομένοις; Ὅτι μάλιστα πρέπων, τὸ ἀποφοιτῆσαι μὲν ᾗ τάχος τῆς γεωδεστέρας καὶ χαμεῤῥιφοῦς ἡδονῆς, καὶ ἁπαξαπλῶς ἐπιθυμίας ἁπάσης σαρκικῆς· ἀνθελέσθαι δὲ μᾶλλον τὰ ἐν μοίρᾳ τῇ κρείττονι, καὶ τοῖς ἐκείνων ἀμείνοσιν ἐπιδιδόντας τὸν νοῦν, ἀποπληροῦν ἐπείγεσθαι, καὶ μάλα προθύ-