# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.672

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.672

ὗν, ὅτι μακρά τε καὶ κάκοσμος, ἐκ πηγαίων εὐθὺς ἀναπηδῶσα ναμάτων, βορβόροις εἰσαῦθις καὶ τοῖς εἰς ἄκρον καταμιαίνουσιν ἑαυτὴν ἐγκαθίησι τέλμασιν· οὕτως, οἶμαι, πάναισχρόν τε καὶ ἀτοπώτατον, μᾶλλον δὲ ἁπάσης ἀτοπίας τρέχον ἐπέκεινα, ἀληθὲς εἰπεῖν τῆς διψυχίας τὸ ἔγκλημα, παλινδρομεῖν ἀναπεῖθον ἐπὶ τὴν ἐν ἀρχαῖς ἀβουλίαν, καὶ ἐπ' ἐκείνης αὖθις ἰέναι κελεῦον τῆς ἀσεβείας τὴν νόσον, ἣν διὰ πίστεως τῆς εἰς Χριστὸν παραδόξως ἀποκρουσάμενοι, τῆς πνευματικῆς εὐρωστίας ἐπεδραξάμεθα, τὸν νοῦν ὑγιᾶ τε καὶ ἀσινῆ ἐσχήκαμεν. Οὐκοῦν ἀκόλουθον ἐκεῖνο δὴ πάλιν ἡμᾶς διασκεψαμένους ἰδεῖν· Εἵ τι τῶν τοῦ σώματος ἡμῖν ἐπυρώθη μελῶν, καὶ νόσος αὐτὸ δεινὴ κατεβόσκετο· κατεκήλησε δέ τις τῶν ἰατρῶν τὸ πάθος, τοῖς ἐκ τῆς τέχνης εὑρήμασι παρατρέπων εἰς ἡμερότητα, καὶ οἱονεί πως ἀνασειράζων τοῦ κακοῦ τὸν ἐπέκεινα δρόμον, ἢ καὶ ἀνακόπτων εἰς τὸ παντελές, ἆρα τίς εἰς τοῦτο πεσὼν εὐηθείας ἁλώσεται, ὡς μὴ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸ χρῆμα, παλινδρομεῖν δὲ αὖθις ἐθελῆσαι πρὸς τὸ νοσεῖν; καὶ τίς ἄνους τε καὶ βραχυγνώμων ἀνὴρ εἴη ἂν εἴς γε τοσοῦτον, ὡς ἐνὸν ἑλέσθαι τὸ εὐρωστεῖν, τῶν ἐναντίων ἐρᾷν; Ἐπεὶ δὲ οὐχὶ τὸ σαρκίον ἡμῖν τὸ ἐκ γῆς, ἀλλ' αὐτὸ τὸ κράτιστον, ψυχή τε καὶ νοῦς, ἀρχαίων καὶ μυσαρῶν ἀπήλλακται νοημάτων, καὶ τὴν τῆς πολιτείας διενηξάμεθα νόσον, οὐ τριπόθητον ἡγῇ τὸ ὑγιαίνειν ὦ τᾶν, ἥδυστον δέ σοι φαίνεται τὸ ἔτι νοσεῖν, καίτοι διακρούσασθαι παρὸν, ἂν ἐθελήσῃς μόνον; Ἀλλ' ἐκεῖνό που πάντως ἀνακεκραγώς τις ὀφθήσεται, καὶ ψυχρὸν ἀπὸ καρδίας ἀνοίσει λόγον. Καὶ ποῖον ἂν ἡμῖν εἰσοίσει τὸ βλάβος, τὸ πιστεύειν μὲν, ἕνα τῶν ὅλων εἶναι πατέρα καὶ γενεσιουργὸν, ἀπονέμειν δὲ τὰς τιμὰς καὶ τοῖς ἐγκοσμίοις δαίμοσι, Θρόνους ἡμῖν καὶ Ἀρχὰς, καὶ Δυνάμεις, καὶ Κυριότητας, καὶ αὐτῆς ὀνομαζούσης τῆς ἱερᾶς τε καὶ θεοπνεύστου Γραφῆς; Πρὸς δὴ τὸν εὐήθη καὶ γραώδη τουτονὶ λόγον πρέπειν οἶμαι πάλιν ἐκεῖνο εἰπεῖν, ὡς ἔστιν ἀπίθανον, ἀπηχές τε παντελῶς, μᾶλλον δὲ ἤδη καὶ σφαλερώτατον, ταῖς εἰς ἄκρον ἡκούσαις καὶ ἰσομέτροις τιμαῖς στεφανοῦν ἐπιχειρεῖν, καὶ τὸν τῆς ἐπιγείου βασιλείας ἐφιζάνοντα θώκοις, καὶ τοὺς ὑπὸ πόδα κειμένους, καὶ δοῦλον αὐτῷ τὸν αὐχένα ὑπεστρωκότας. Ἦ γὰρ οὐχὶ τὸ μὲν τῶν ὅλων κρατεῖν τοῖς τοῦτο λαχοῦσιν ὡς ἐξαίρετον ἀνακείσεται; τό γε μὴν ὑπεζεῦχθαι φαίη τίς ἂν τοῖς ἄλλοις ἁρμοδιώτατον; Ἀλλ' ἐνδοιάσειν οἶμαι μηδένα. Καὶ εἰ μέν τινες εἶεν τῶν τεταγμένων ἐν ὑπηκόοις εὔνοι τε καὶ γνησιώτατοι, καὶ γερῶν καὶ δόξης ἀξιωθήσονται· εἰ δὲ ἀπειθεῖς καὶ δυσήνιοι, καὶ ἀτιμαγέλαι τινὲς ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις κατατετάξονται· καὶ τῆς ἁπασῶν ἐσχάτης μεθέξουσι δίκης. Πλὴν ἐκεῖνο ἐν τούτοις κατασκέψασθαι δεῖ. Δοίην ἂν ἔγωγε τῆς ἀρίστης εἶναι φρενὸς, τὸ εὖ μάλα δύνασθαι κατιδεῖν, ὅτι καὶ τοῖς τῆς γνησιότητος λαχοῦσι τὴν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
