# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.673

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.673

δόξαν, καὶ μαρτυρουμένοις εἰς τοῦτο διὰ πραγμάτων, μέτεστι μὲν εὐκλείας καὶ τῆς ἀνωτάτω τιμῆς ἔσθ' ὅτε, οὐ μὴν οἴκοθεν, οὐδ' ἐξ οἰκείας αὐτοῖς ἐξουσίας πεπορισμένης, ἀλλ' ἐκ τῆς τοῦ κρατοῦντος ἐθελουσίου ῥοπῆς. Καὶ πηγὴ μὲν ἅπασι τιμῆς τε καὶ δόξης ἡ βασιλέως θέλησις· οἱ δὲ εἰσὶν οὐκ ἐν τοῖς ἔχουσι φυσικῶς, ἀλλ' ἐν τοῖς δεχομένοις τὰ γέρα· καὶ ἕως μὲν ἑστᾶσιν ὀρθῶς φρονοῦντες τὰ βασιλέως, ἐρησεισμένην ἔχουσι τὴν δυναστείαν, καὶ εἰσὶ τῆς δόξης ἐν καλῷ. Μετατετραμμένοι δὲ πρὸς τὸ ἐναντίον, ζηλωτοὶ μὲν οὐκ ἔτι, τρισάθλιοι δὲ καὶ παντὸς ἐπέκεινα κακοῦ πεσόντες ἁλώσονται. Εἰ δὲ δήπου τις εἰς τοῦτο μοχθηρῶν καθήκοιτο βουλευμάτων, καὶ ἐξ ἀκράτου μανίας παρατεθη[γ]μένος εἰς ἀπόστασιν, καὶ ὅπλων αὐτῶν, καὶ τυραννικῶν ἐπιτηδευμάτων, ῥιψοκινδύνως ἁψάμενος, πόλεις τε καὶ χώρας ἐξαναστήσειε, καὶ τὸν ἐξ ἀνάγκης ζυγόν τισιν ἐπιῤῥίψας, τὴν τῆς βασιλείας ἐφ' ἑαυτῷ παραβιάζοιτο δόξαν· εἴη ἂν παρά γε τοῖς σώφροσιν, οὐχὶ διὰ τοῦτο τιμᾶσθαι πρέπον, ἀλλ' οὐδὲ τοῖς τῶν ὅλων κρατοῦσι συντετάξεται· πολλοῦ γε καὶ δεῖ. Πραχθεὶς δ' ἂν μᾶλλον τῆς ἀπονοίας τοὺς λόγους, καὶ τῶν οὕτως ἀνοσίων ἐγχειρημάτων ἐξαιτοῖτο ἂν, καὶ μάλα εἰκότως, τὴν ἰσοπαλῆ καὶ, ἵν' οὕτως εἴποιμεν, ἰσήλικα δίκην. Ἀλλὰ ταυτὶ μὲν ἡμῖν ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων, εἰρήσθω τε ἅμα καὶ ἀναπεπλάσθω χρησίμως, καθάπερ ἐν πίνακι γραφή. Φέρε δὴ οὖν ταῖς ἐπέκεινα τῶν αἰσθητῶν ἐννοίαις προβαλόντες, ὀξυωπέστερον τὸ θεῖον αὐτὸ κατασκεψώμεθα κάλλος, καὶ τὴν τῶν ὅλων βασιλίδα, κατά γε τὸ ἐγχωροῦν, καταθεώμενοι φύσιν, τήν τε ἄῤῥητον αὐτῆς δύναμιν καὶ ἐξουσίαν, ὡς ἔνι, καλῶς ἀναλογισάμενοι, τῶν παρ' αὐτῆς γεγονότων καὶ ὑπ' αὐτῇ κειμένων ἐννοήσωμεν τὴν δουλείαν. Εἷς μὲν γὰρ ὁ πάντων ἐστὶ Δεσπότης, καὶ γενεσιουργὸς, καὶ τῶν ὅλων Κύριος· ἐπειδὴ δέ ἐστι κατὰ φύσιν ἀγαθὸς, ἵνα τοῦτο ὑπάρχων, καὶ οὐχὶ αὐτῷ καὶ μόνῳ γινώσκοιτο, μετάσχοιεν δὲ καὶ ἕτεροι τῆς ἐνούσης ἡμερότητος αὐτῷ, παρεκόμισεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· καὶ ἀριθμοῦ μὲν κρείττονα πνευμάτων ἁγίων ἔκτισε πληθύν· τάξιν δὲ τοῖς γεγονόσι τὴν ἀρίστην ἐπιτιθεὶς, τὸ μὲν ὠνόμασεν Ἀρχὴν, τὸ δὲ, Κυριότητα, Θρόνον δὲ ἕτερον, Ἀρχαγγέλους δέ τινας, καὶ μὴν καὶ Ἀγγέλους. Οὐ γὰρ ἕτερόν τι νοῶν ἢ ὅπερ ἔχει καλῶς τε καὶ ἀμωμήτως, πάντη τε καὶ πάντως, ἑκάστῳ τῶν γεγονότων, τὴν αὐτῷ καὶ μόνῳ δοκοῦσαν ἐπεμέτρησε τιμήν. βʹ. Οὐκοῦν ἀναρίθμιος μὲν ἐν τοῖς οὐρανοῖς ἡ τῶν ἁγίων ἀγγέλων πληθὺς, Ἀρχαὶ δέ τινες, καὶ Ἐξουσίαι, καὶ Θρόνοι τέθεινται παρὰ Θεοῦ, οἱονεὶ τὴν πατρὸς ἢ καθηγητοῦ τινος τάξιν ἀποπληροῦσαι τοῖς ἄλλοις. Ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, ἐξ οὐρίας ὥσπερ τοῖς γεγονόσιν ἰέναι τὰ πράγματα. Ὅταν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
