# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.676

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.676

τοίνυν τῶν ἱερῶν ἀκούσῃς Γραμμάτων, Δυνάμεις, καὶ Θρόνους, καὶ Κυριότητας ἀποκαλούντων τινὰς, μὴ πολύθεον ἐντεῦθεν διακηρύττεσθαι πλάνησιν ὑπολάβῃς, ἄνθρωπε· μηδὲ τῆς ἀμαθίας ἐπινηχόμενος λογισμοῖς, τῶν τῆς ἀληθείας παρακομίζου δογμάτων. Ὃ γὰρ ἔφην φθάσας, ἐρῶ πάλιν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «ταυτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Εἷς ὁ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος· καὶ μυρίαι μὲν μυριάδες ἁγίων ἀγγέλων παρεστήκασιν αὐτῷ· καὶ οὐκ ἔστι τι τῶν παρ' αὐτοῦ γεγονότων, ὃ μὴ τὸν τῆς δουλείας ἔχει ζυγόν. Εἰ δὲ ἀπεσκίρτησάν τινες, καὶ οἷον ἐπὶ τῆς ζεύγλης ἑλκύσαντες τὸν αὐχένα, τετιμώρηνται, καὶ πεπτώκασι· καὶ τῆς ἀνωτάτω πόλεως εὐλόγως ἀπολισθήσαντες, πεπλανήκασί τινας τῶν ἐπὶ γῆς, τὴν τοῦ Θεοῦ δόξαν εἰς ἑαυτοὺς ἁρπάζειν ἐπιχειρήσαντες, ὧν εἷς καὶ πρῶτος ὁ Σατανᾶς· οὐχὶ δήπου πάντως καὶ θεοὺς εἶναι κατὰ ἀλήθειαν ὑποτοπητέον αὐτούς. Μία μὲν γὰρ ἡ κατὰ ἀλήθειαν τῶν ὅλων δεσπόζουσα [φύσις]. Πάντα δὲ τὰ παρ' αὐτῆς κεκλημένα εἰς γένεσιν κτίσματα λογικὰ, τὴν οἰκετικὴν ἐπέχοντα τάξιν, τοῖς φύσει πρεπωδεστάτοις ἐπισεμνύνεται μέτροις· καὶ τοῦτο αὐτοῖς ἀξίωμα καὶ ὑπεροχὴ, τὸ διασώζειν δύνασθαι τὴν τεταγμένην αὐτοῖς καὶ εἰσποίητον ἀρχήν. Προσκυνεῖ δὲ σύμπαντα τὸν Δημιουργὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Δεσπότην καταγεραίροντα, διὰ πάσης ἄν τις ἴδοι τῆς θεοπνεύστου Γραφῆς. Καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἡσαΐας, «Εἶδον, φησὶ, τὸν Κύριον Σαββαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ Σαραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ, τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἀμοιβαδὸν ἀντηχοῦντα, φησὶν, ἀλλήλοις, ἅγιον ἐπεκάλουν τὸν τῶν δυνάμεων Κύριον.» Τοῦτο γὰρ σημαίνει τὸ Σαββαὼθ. Ἄθρει δὴ οὖν, ὅπως αἱ ἀνωτάτω δυνάμεις ἅγιαί τε καὶ λογικαὶ, τουτέστι τὰ Σεραφὶμ, μέτρον ἔχοντα τὸ δουλοπρεπὲς, τὸν θεῖον περι[ι]στᾶσι θρόνον, καθάπερ ἐν ὀφλήματος τάξει τὰς εὐφημίας ἀποτιννύοντα. Ἆρ' οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ' ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ' οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμηριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μακάριον Δαβίδ· «Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει.» Εἶτα τοῖς ἐπὶ τὰ σκῆπτρα διακελεύεται λέγων· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λει-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
