# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.688

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.688

ὁ Μονογενὴς, περὶ οὖ φησιν ὁ Θεὸς καὶ Πατήρ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Φησὶ γὰρ τὸ ἐκ γαστρός· πεποίηται γὰρ ὡς ἐπ' ἀνθρώπων ὁ περὶ τούτων λόγος· ἵν' ἐκ τῶν καθ' ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς ἐννοήσαντες, ἐξ αὐτῆς γεγεννῆσθαι τῆς τοῦ Πατρὸς οὐσίας πιστεύωμεν τὸν Υἱόν. Θαυμάζω δὲ ὅπως, καίτοι πικροὺς ὄντας λίαν, καὶ ὡς οἴονται σοφοὺς, κἀκεῖνο διέλαθεν. Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος, καίτοι τῶν θείων ἡμῖν μυστηρίων ταμίας ὑπάρχων, καὶ εἰς τοῦτο κεχειροτονημένος (ἀφωρίσθη γὰρ εἰς Εὐαγγέλιον Θεοῦ), δεικνύων ὅτι πρῶτός τε καὶ μόνος καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς, καὶ καθ' ὁμοιότητα τὴν πρὸς αὐτὸν τὰ γεγονότα παρ' αὐτοῦ τῇ τοῦ Πατρὸς κλήσει τετίμηται, γράφει περὶ αὐτοῦ· «Ἐξ οὗ πᾶσα πατριὰ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Οἱ δὲ ἀκριβεῖς τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐνευνηταὶ, τὸν μὲν τῶν ὅλων Πατέρα Θεὸν, τῶν ἰδίων ἀποπέμποντες ἀγαθῶν, οὐ γεγεννηκέναι φασὶ κατὰ ἀλήθειαν τὸν Υἱὸν, ψευδώνυμον δὲ Πατέρα ὑπάρχειν, εἰσποίητον ἔχοντα τὸν Μονογενῆ. Οὐκοῦν, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς καὶ μάλα εἰκότως, εἰ μὴ φύσει καὶ ἀληθείᾳ Πατήρ ἐστιν ὁ Θεὸς, καὶ εἰ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ, τουτέστιν, ἐκ τῆς οὐσίας αὑτοῦ, τὸν ἴδιον Υἱόν· ἡμεῖς δέ ἐσμεν κατὰ ἀλήθειαν πατέρες, ἐξ ἑαυτῶν ἔχοντες τὰ ἴδια τέκνα, πῶς ἔτι παρ' αὐτοῦ «πᾶσα πατριὰ,» κατὰ τὸ γεγραμμένον; Καθ' ὁμοιότητα γὰρ αὐτὸς τὴν πρὸς ἡμᾶς κέκληται Πατὴρ, καὶ οὐχ ἡμεῖς ἔτι δι' αὐτοῦ πατέρες. Ἅπας γὰρ, οἶμαι, καὶ μάλα ὀρθῶς ἀναγκάσει λόγος τοὺς δι' ἐναντίας καὶ οὐχ ἑκόντας εἰπεῖν, ὡς ἀεί πως ἔστι· δεύτερον μὲν τοῦ φύσει τὸ κατὰ θέσιν· νεώτερον δὲ τοῦ κατὰ ἀλήθειαν τὸ κατὰ μίμησιν καὶ ὁμοιότητα τὴν πρὸς αὐτό. Πρῶτοι τοιγαροῦν ἡμεῖς μὲν πατέρες, οἱ φύσει τοῦτο καὶ ἀληθείᾳ διὰ πραγμάτων ὁρώμενοι· δεύτερος δὲ καὶ μεθ' ἡμᾶς καθ' ὁμοιότητά τε καὶ μίμησιν ὁ Θεός. Εἶτα πῶς ἔτι πᾶσα πατριὰ παρ' αὐτοῦ λοιπὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται; Ἀλλ' οὐ ταῖς ἐκείνων ἀθυρογλωττίαις, ταῖς δὲ τῶν ἁγίων προσεκτέον φωναῖς. Οὐκοῦν ψευδομυθήσει μὲν οὐδαμῶς ὁ θεσπέσιος Παῦλος· πρῶτος δὲ καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς δηλονότι, καὶ ὁμοούσιον ἔχει τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν· τοῦτο γὰρ ὁ τῆς ἀληθοῦς γεννήσεως κατασημαίνει τρόπος. Ἀλλ' ἴσως ἡμῖν ἑτέρους ἀντεξάγοντες λογισμοὺς, καὶ προτιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις, κατὰ τὸ γεγραμμένον, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας εἶναι σημαντικὸν τὸ ἀγέννητον ἐροῦσι· τῆς δὲ τοῦ Μονογενοῦς, τὸ γεννητόν· ὅμοιον δὲ οὐκ εἶναι κατὰ τὴν φύσιν τῷ γεννητῷ τὸ ἀγέννητον. εʹ. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα μὲν τῆς ἐνούσης αὐτοῖς ἀποπληξίας τὸ μέγεθος. Ἐπιδείξω δὲ οὐκ εἰς μακρὰν μὴ εἰδότας ἃ λέγουσι, μήτε περὶ τίνων

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
