# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.700

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.700

Θεὸν οἰκειότητα δι' αὐτοῦ πλουτήσαντες, καὶ εἰς τὴν τῶν ἁγίων ἐλπίδα μεταχωρήσαντες, αὐτῷ τὴν ἰδίαν ἀναθῶμεν ζωήν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Τοῦτο καὶ ἐν τοῖς ἀρχαιοτέροις Γράμμασιν, ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἡμῖν κατεγράφετο. Σκιὰ γὰρ ὁ νόμος, καὶ τῆς ἀληθείας ὠδίνει τὴν μόρφωσιν. γʹ. Ἔφη τοίνυν καὶ πάλαι Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ, ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, καὶ οὐκ ἕσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ τοῦτο ἔσται ὃ δώσουσί σοι, ὅσοι ἂν παραπορεύωνται, τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον. Τὸ δὲ ἥμισυ τοῦ διδράχμου, εἰσφορὰ Κυρίῳ· πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. Πλουτῶν οὐ προσθήσει· καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου, ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.» Ἔστι μὲν γὰρ ὁ στατὴρ, ἤτοι τὸ δίδραχμον, ἀκίβδηλον νόμισμα, χαρακτὴρ δὲ αὐτῷ βασιλικὸς ἐνσημαίνεται. Προσεκομίζετο δὲ τῷ Κυρίῳ παρὰ τῶν συντελεῖν εἰωθότων, οὐχ ὑπὲρ μόνης μιᾶς, ἀλλ' ὑπὲρ δυοῖν κεφαλαῖν. Ἐτετάχατο δὲ δασμολόγοι, κατὰ τὸ τῷ νόμῳ δοκοῦν· οἳ καὶ τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω διαθέ[ο]ντες χώραν, ἐν ἴσῳ τῷ μέτρῳ παρά τε πλουσίου καὶ πένητος συνεισφέρεσθαι δεῖν τὸ λύτρον ἐκέλευον, ἀκριβῆ τὸν τύπον [ἐπὶ] τῆς ἀληθείας ἀναδείξει φυλάττεσθαι θεσμοθετοῦντος Θεοῦ. Καὶ γοῦν εἰς Καπερναοὺμ εἰσεληλακότος ποτὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οἱ τῶν διδράχμων πρακτῆρες προσῆλθον τῷ Πέτρῳ λέγοντες· «Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα. Ὁ δὲ ἔφη· Ναί·» οὐχ ὑποτιθεὶς τῷ νόμῳ τὸν ἐλεύθερον, οὐδὲ τοῖς οἰκέταις συντάττων τὸν Υἱὸν, ἀλλ' εἰδὼς, ὅτι γέγονεν ὑπὸ νόμον ὁ νομοθέτης, ἵνα ἡμᾶς τῆς νομικῆς ἀρᾶς ἐξέληται, καὶ τῆς δουλείας τὸ σχῆμα μεταπλάττων ἐπὶ τὸ ἄμεινον, ἑαυτῷ συμμόρφους ἐργάσηται, καὶ υἱοὺς ἀποφήνῃ Θεοῦ, καθάπερ τινὶ λαμπρῷ περιβαλὼν ἀξιώματι, τῷ τῆς ἐλευθερίας πνεύματι. «Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον,» ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἀλλ' «ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ.» Εἰσπεπαικότα τοίνυν εἰς τὴν οἰκείαν τὸν Πέτρον ἤρετο μὲν ὁ Σωτήρ· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Διειπόντος γε μὴν, ἀπὸ τῶν ἀλλοτρίων συνερανίζεσθαι δεῖν, πάλιν ἔφη Χριστός· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντ' ἐμοῦ καὶ σοῦ.» Συν-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
