Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.701
Not analysed yet
ίης οὖν ὅπως ὑπὲρ δυοῖν κεφαλαῖν συνετελεῖτο τὸ δίδραχμον. Καὶ τί τὸ μυστήριον, ἢ ποῖον τῆς ἀληθείας τὸ κάλλος ἐν τῇ κατὰ νόμον σκιᾷ κεκρυμμένον εὑρήσομεν; Ὁ γάρ τοι στατὴρ ὁ ἀληθινὸς, ἡ τοῦ μεγάλου Βασιλέως εἰκὼν, τουτέστιν ὁ Υἱὸς, ὁ χαρακτὴρ καὶ τὸ ἀπαύγασμα τῆς οὐσίας τοῦ Πατρὸς, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν· καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν οἰκείαν ψυχὴν ἐποιήσατο, οὐχ ἵνα μόνον διασώσῃ τὸν Ἰσραὴλ, καίτοι δοκοῦντα πλουτεῖν τοῦ νόμου τὴν γνῶσιν, ἀλλ' ἵνα καὶ τὴν ἀμέτρητον τῶν ἐθνῶν ἀγέλην, «ἐλπίδα μὴ ἔχουσαν,» ὡς ὁ Παῦλός φησι, καὶ παντὸς ἀγαθοῦ νοσοῦσαν τὴν ἐρημίαν, τῆς τοῦ διαβόλου πλεονεξίας ἐξέληται. Οὐκοῦν ὑπὲρ δύο κεφαλῶν, ὁ θεῖος καὶ οὐράνιος ἐδόθη στατήρ. «Λελυτρώμεθα γὰρ οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Ὀφειλέται τοίνυν ἐσμὲν τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, ἀλλὰ τῷ λυτρωσαμένῳ καὶ ἐκπριαμένῳ Χριστῷ.» Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας τὸ δυσαχθὲς οὐ φέροντας κατηλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ τῷ τῆς δουλείας ζυγῷ παραλόγως ἐπηχθισμένους, πρὸς ἐλευθερίαν ἐκάλει· πικρὰς μὲν τοῖς ἀντεξάγουσιν ἐπεφίει πληγάς. Ἐπειδὴ δὲ δυσαλγήτως ἔχοντας ἐθεᾶτο λίαν, τῷ τῶν πρωτοτόκων θανάτῳ κατῃκίζετο· οἱ δὲ πρὸς τὸ λοῖσθον ἀλύοντες τῶν κακῶν, καὶ τῷ μεγέθει τῆς ἀδοκήτου συμφορᾶς εἴκοντες, μόλις ἀπαίρειν τῆς χώρας τοῖς βεβιασμένοις ἐπέταττον. Οὗ γεγονότος καὶ κατωρθωμένου, τὴν ἴσην ὥσπερ ἀντίδοσιν παρὰ τῶν λελυτρωμένων ἐζήτει Θεός. Ἔφη γὰρ οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον· πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν.» Εἶτα τοῦ νόμου τὴν αἰτίαν τοῖς ἐξ Ἰσραὴλ διεσάφει λέγων ὁ μακάριος Μωσῆς· «Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτὴν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ μεθ' ἕτερα πάλιν· «Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα, λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς ὁ Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκου ἀνθρώπων ἕως πρωτοτόκου κτηνῶν. Διὰ τοῦτο ἐγὼ θύω τῷ Θεῷ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ, καὶ πᾶν πρωτότοκον υἱῶν μου λυτρώσομαι.» Καταπαίοντι δὲ τῷ Θεῷ τοὺς ἐχθροὺς, καὶ παραδόξως ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἐξέλκοντι, ἀπονίζοντι δὲ τῶν πάλαι πταισμάτων ἀγαθοῖς καὶ ἡμεροτάτοις νάμασιν, ἑαυτοὺς ὀφείλομεν, ἀγαπητοὶ, ἰσοστάθμοις δωροφορίαις ἀντιτιμῶντες τὸν εὐεργέτην. Φέρε δὴ οὖν, προλαμπούσης ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, καὶ τοῖς ἐξ ἔργων ἀνδραγαθή-