# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.704

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.704

μασι τὸν ἑαυτῶν Σωτῆρα καταγεραίρωμεν, ἐκπρεπὲς ἀνάθημα καὶ θυσίαν ὄντως πνευματικὴν τὸ χρῆμα ποιούμενοι.» Γέγραπται γὰρ, ὅτι «Παραστήσετε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» δʹ. Οὐκοῦν ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὴν ἀσιτίαν ἐπιτηδεύοντες, καὶ χαλινὸν ὥσπερ τινὰ τὴν νηστείαν ἐπάγοντες, σύνδρομον αὐτῇ τὸν ἐπιεικῆ καὶ νηφάλιον ποιώμεθα τρόπον. Ἐξαρκέσει μὲν γὰρ οὐδαμῶς εἰς κατόρθωσιν ἀρετῆς μόνη καὶ καθ' ἑαυτὴν ἡ νηστεία· συγκατεζευγμένης δὲ ὥσπερ καὶ συνιούσης αὐτῇ τῆς ἐξ ἔργων ἀγαθῶν εὐωδίας, εὐπαράδεκτος ἔσται τῷ Θεῷ, καὶ παντὸς ἐπαίνου μεστή. Ἀλλ' ἴσως ἐρεῖ τις, τοῖς ἐκ τοῦ συνειδότος ἐλέγχοις καταπτοούμενος· Τί οὖν ὅτι προκατέστιγμαι ταῖς ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχω τῶν πταισμάτων τὸν ῥύπον; τίσιν οὖν ἄρα κεχρήσομαι λόγοις πρὸς τὸν τῶν ὅλων κριτήν; ἢ ποῖος ἡμῶν ἀποσκευάσει τρόπος τὴν ἐπὶ τούτοις ἀράν; Δυσδιάφυκτος ἡ δίκη· πάντα εἰδὼς γὰρ καὶ ἀπαραλόγιστος ὁ κριτής. Ἀντακούσεται δὴ ὁ τοιοῦτος· Τὴν μὲν τοῖς φιλαμαρτήμοσιν ἐπηρτημένην ἀρὰν, καλοῖς, ὦ οὗτος, προαναθρήσας ὄμμασι, καταπέφρικας εἰκότως. Ἀλλά σε τῶν ἐπὶ τούτοις δειμάτων ἀπαλλαττέτω γράφων ὁ Παῦλος· «Ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἐν αἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησε τῷ Χριστῷ.» Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, «Οὕτω γὰρ ἠγάπησεν τὸν κόσμον ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Λόγος, καὶ ἄῤῥητον ἐκ Πατρὸς τὴν γέννησιν, ἰσοσθενής τε καὶ ἰσουργὸς τῷ φύσαντι, εἰκὼν καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, κεκένωκεν ἑαυτὸν, καθεὶς εἰς ἀνθρώπου μέτρον· καὶ φύσιν οὐκ ἀτιμάσας τὴν οὕτω πεπατημένην, ἵνα ἡμᾶς ἁμαρτίας ἐξέληται· καὶ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀπαλλάξας, ὡς Θεὸς, θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας. Ταύτης ἕνεκα τῆς αἰτίας γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, γέγονεν ὑπὸ νόμου ὁ ὑπὲρ νόμον ὡς Θεός· κεχρημάτικε δοῦλος ὁ καὶ αὐταῖς ἀνωτάτω δυνάμεσιν ἐποχούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων Σεραφὶμ Κύριος Σαβαὼθ ὑμνούμενος. Ἆρ' οὖν ἐπείπερ γέγονεν ἄνθρωπος, ἀγνοήσομεν τὸν Δεσπότην; οὐκ ἐπιγνωσόμεθα τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον; οὐ προσκυνήσομεν τὸν Ἐμμανουήλ; Ἄπαγε

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
