# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.716

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.716

προσήκασθαι μὲν τὴν πίστιν, ἐφ' ἕτερα δὲ βλέπειν, καὶ τὸ ἐρηρεῖσθαι δὲ μισεῖν, δοίην ἂν ἔγωγε παντὸς εἰς λῆξιν ἰέναι κακοῦ. Τοῖς γε μὴν ὧδε παραφθαρεῖσι τὸν νοῦν, ταυτί τε φρονεῖν καὶ δρᾷν ᾑρημένοις, καὶ θεῖος εὐθὺς ἐπαρᾶται λόγος· «Οὐαὶ γὰρ, φησὶ, καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Ψυχροῦ γὰρ ὡς ἀληθῶς ἀῤῥώστημα νοῦ, καὶ φρενὸς ἐκλύτου καὶ παρειμένης ἐπίκλημα καὶ γραφὴ, τὸ εὔκολον εἰς παραφορὰν, καὶ τὸ ἀγαπᾷν ἑτοίμως, μισεῖν ἑλομένους. Ἆρα γὰρ εἴ τις ἔροιτό τινα, καὶ τῶν μετρίων εἰς νῆψιν, ἵνα μὴ λέγοιμι τῶν ἄγαν ἀσθενεστάτων, Πότερον, λέγων, ὦ τὰν, ἐν αἱρέσει κειμένων, τοῦτο [l. τοῦ τε] ὑγιαίνειν καὶ νοσεῖν, καὶ παρὸν εὐκόλως εἰσοικίσασθαι τὸ δοκοῦν, ἀῤῥωστεῖν ἂν ἕλοιο, μεθεὶς τὸ ἕτερον, ἢ τοῖς ἐναργῶς ἀμείνοσιν ἐπιδραμὼν, καὶ γέλωτος ἀξίαν ἡγήσῃ τὴν πεῦσιν; ἆρ' οὖν εἰς τοῦτο φρενοβλαβείας κατώλισθεν ἄνθρωπος, ὡς μὴ διαῤῥήδην ἀνακραγεῖν, ὡς ἥκιστα μὲν εὐρωστοίη τὸ σῶμα· τό γε μὴν θατέρῳ προσομιλεῖν, ἥκιστα ἂν ἕλοιτό ποτε; Καὶ μὴν οὐκ ἔσθ' ὅπως οὐκ εὖ βεβουλεῦσθαι τὸν τοιοῦτον φήσομεν. Τὰ γὰρ ὡς εἶεν ὀρθὰ, κἂν εἰ μή τις ἕλοιτο συνειπεῖν, οἴκοθέν τε καὶ ἐναργῆ πλουτοῦντα τὴν δόξαν, κακύνειν οὐκ ἀσφαλές. Εἰ δὴ τῶν ἀρίστων εἶναι λογιούμεθα, καὶ τῇ τῶν εὐκταιοτάτων ἐγγράψομεν μοίρᾳ τὴν τοῦ σώματος εὐρωστίαν, πῶς οὐκ ἀσύνετον κομιδῇ μὴ τὴν αὐτὴν ἡμᾶς ἔχοντας γνῶσιν ὁρᾶσθαι περὶ ψυχῆς, μᾶλλον δὲ καὶ σπουδῆς ἀξιοῦν τῆς προὐργιαιτέρας αὐτήν; Ὅσω γὰρ ἀμείνους σωμάτων ψυχαὶ, τοσούτῳ δεήσει φειδοῦς, οἶμαι, τῆς τελεωτέρας ἀπονέμειν αὐταῖς. Οὐκοῦν, ἀλοιφαὶ μὲν, καὶ τὰ ἐδώδιμα, καὶ τῆς ἔτι λοιπῆς θεραπείας ἡ διαρκὴς καὶ τοῦ περιττοῦ κατόπιν ἰοῦσα χρῆσις, τῶν ἀνθρωπίνων σωμάτων ἐξιστᾶσι τὸ νοσεῖν. Τὸ δὲ εἰς ἔφεσιν μὲν ἀρετῆς ἀνακομίζειν τὸν νοῦν, φθορὰν δὲ ἡγεῖσθαι τὴν βέβηλον ἁμαρτίαν, καὶ πρὸς τούτοις ἔτι τῆς πρὸς Θεὸν ἀγάπης ἀπρὶξ ἡττῆσθαι φιλεῖν, καὶ ὁλοκλήρῳ πίστει τιμᾷν τὸν τῶν ὅλων Δημιουργὸν, φαίην ἂν ἔγωγε ψυχῆς εὐρωστίαν, καὶ νοῦ βλέποντος εἰς τὸ εὐσθενὲς ἀσύγκριτον νῆψιν. Χρῆναι γὰρ οὕτω φρονεῖν τοῖς ἀρχαιοτέροις, καὶ αὐτὸς ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Ἐντολὴ γὰρ πρώτη καὶ ἀξιάγαστος ἥδε· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Τοῦτο εἶναί φημι τὸ ὁλοκλήρῳ τῇ πίστει τιμᾷν ἑλέσθαι τὸν Ποιητήν. Σκέψασθε γὰρ τὸ χρῆμα ὡδί· τοὺς τοῖς ἐπὶ γῆς κρατοῦσι παρεστηκότας, καὶ ἐν δορυφόρων τάξει κατειλεγμένους, πότερα τὰ αὐτοῖς δοκοῦντα φρονεῖν ἄξιον, καὶ τοῦτο δρᾷν ᾑρημένους ἀξιεπαινετάτους εἶναι λογιούμεθα, καὶ ψήφῳ λοιπὸν τῇ παγκάλῳ τιμήσομεν· ἢ ὡς ἦν δή που κρεῖττόν τε καὶ ἄμεινον οἴοιτ' ἄν τις, οἶμαι, τυχὸν, σκήπτεσθαι μὲν λόγῳ τὴν διάνοιαν βαρβαρίζουσαν δὲ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
