Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.717
Not analysed yet
τὴν γνώμην καὶ τῶν αἰσχιόνων οὐκ ἐλευθέραν νοσοῦντας ἁλίσθεσθαι. Ἀλλ', οἶμαι, φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι σοφὸν, ὡς εἴη τε καὶ ἔσται κακὸς κακῶς ἀπολέσθαι πρέπων, ὃς ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ, κατά γε τοὺς παρ' Ἕλλησι ποιητάς. Οἶμαι γὰρ δεῖν, ἀνεπίπληκτον μὲν παντελῶς τοῖς κρατοῦσι φυλάττειν τὴν εὔνοιαν· ὅλῃ δὲ γνώμῃ μισεῖν τὰ βαρβάρων. Ἀλλ' εἴπερ ἐστὶ τὸ ἔν γε τούτοις εὐδοκιμεῖν περιφανές τε καὶ ἀξιόληπτον, πῶς οὐκ ἀναγκαῖον εἶναι λογιούμεθα τοὺς Θεῷ κατεζευγμένους, καὶ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους, καὶ τοῦτο ἐπὶ πολλῶν καὶ ἁγίων μαρτύρων, αὐτῷ μονοτρόπως προ[ς]ερηρεῖσθαι φιλεῖν, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντας· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου;» Καταλογισθεῖεν γὰρ ἂν οὐχ ἑτέρως, ἢ οὕτως ἐν τοῖς ἀληθέσι προσκυνηταῖς. Τὸ δὲ, γλώττῃ μὲν ὁμολογεῖν ὅτι Θεὸς τῶν ὅλων ἐστὶν, ὅλῳ δὲ οὔπω ποδὶ τῆς τῶν δαιμονίων ἐξοίχεσθαι πλάνης, πῶς οὐκ ἂν εἴη, κατά γε τὸ εἰκὸς, ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, σκήπτεσθαι μὲν λόγῳ τὴν εὔνοιαν, βαρβαρίζουσαν δὲ τὴν διάνοιαν ἔχειν; Ἀλλ' ἔστιν εἰπεῖν, ὡς δικαίαν μὲν ἂν κατ' ἐκείνων ἐποιήσατο τὴν ἐπίπληξιν, ὁ δόξῃ τῇ ὑπερτάτῳ κατεστεμμένος, Ὦ στρατιώτα, λέγων, τοῖς ἐμοῖς ὅπλοις ἐσκευασμένος, φρονεῖς τὰ βαρβάρων; Ἐμὸς δὲ ὅτι, μόνον ὁρᾶσθαι φιλεῖς, ὅλος ὢν ἑτέρων. Φαίη δ' ἂν, οἶμαι, καὶ Θεὸς περὶ τῶν ἐν πίστει μὴ ἱδρυμένων· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, τηροῦντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.» Μεταπλάττει δὲ ὁ καιρὸς τὴν λέξιν εἰς τὸ συμφέρον. Εἰς τοῦτο γὰρ δὴ βδελυρίας προήκουσί τινες τῶν τελούντων ἐν ἡμῖν, ὡς προσέχειν πνεύμασι πλάνης, καὶ χρησμολόγων τινῶν φληνάφοις ψευδεπείαις ἐπιδοῦναι τὸν νοῦν. Οἳ τὰ ἐπέκεινα μὲν οὐρανοῦ, καὶ τὰ ὑπὸ γῆς εἰδέναι φαντάζονται· λελήθασι δὲ σφᾶς μὲν αὐτοὺς φρεναπατοῦντες οἱ δείλαιοι, συνολλύοντες δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν κεφαλαῖς. Διακεῖσθαι γὰρ ἀναπείθουσιν, ὡς ἔστιν ἑτοίμη τοῖς ἐθέλουσιν ἐλεῖν τῶν ἐσομένων ἡ γνῶσις, καὶ τῆς θείας ὑπεροχῆς τὰ ἰδικῶς ἐξαίρετα, τῇ τῶν ἀστέρων κινήσει προσνέμοντες, τῆς ὑγιοῦς τε καὶ ἀπλανοῦς ἐξέλκουσι δόξης τοὺς οἵπερ ἂν εἶεν εὔκολοι πρὸς ἀποφορὰν, καὶ εἰς ἀπάτην εὐδιαῤῥίπιστοι. Καὶ δὴ καὶ γραῶν ἀθλίων ἐσμοὺς συναγείροντες, ψιθυρίζουσι τὸ δοκοῦν, ὡς τὸ θεῖον ὄντες αὐτοί. Τὰ δὲ οἴκαδε πάλιν ὑπονοστεῖ, ψευδηγορίαις τισὶν ἀνοήτως πεφενακισμένα, καὶ τὸ μόλις ἐρανίζεσθαι ἀργύριον ἐκλελῃστευμένα. Ψυχρῶν γὰρ ἐκείνοις, καὶ ἀνοσίων λημμάτων ἡ τέχνη προμνήστρια· καὶ τὴν ἐν πίνακι τῷ πανώλει γραφὴν, ψεῦδος ὥσπερ τι ποιοῦνται πω-