# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.720

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.720

λητήριον. Τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες, καὶ τῆς τοῦ πρέποντος θήρας ὀλιγωρήσαντες. Ἀλλὰ τί φησιν ὁ προφήτης Ἰεζεχιήλ; «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια.» Ἐπειδὴ δὲ καὶ γύναια μυσαρώτατα τὴν τῶν ἐσομένων εἴδησιν ὑπεπλάττοντο, πάλιν ἔφη τῷ προφήτῃ Θεός· «Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς. Καὶ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς, ἃς οὐκ ἔδει ζῇν· ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.» Ἔχει γὰρ ὧδε τὸ ἀληθές. Οὐ γάρ τοι θεοκλυτοῦντές ποθεν, διαπορθμεύουσιν εἰς ἑτέρους νόμῳ τῆς καθ' ἡμᾶς προφητείας τὰ ὑπὲρ νοῦν· συνθέντες δὲ λόγους αὐτοὶ τοὺς ἐοικότας ἑκάστῳ τῶν φιλοπευστεῖν εἰωθότων, τῶν τῆς ἀπάτης ἐργαστηρίων ἐκπέμπουσι. Φάσκοντες δὲ εἶναι δεινοὶ καὶ σοφοὶ, καὶ προελθεῖν εἰς τοῦτο τέχνης τε καὶ ἀκριβείας, καὶ ὑποτοπήσαντες, ὡς ἀμογητί τε καὶ ἀπλανῶς τὰ ἑτέρων δύνασθαι συνιέναι πράγματα, περὶ τὰ σφῶν αὐτῶν διημαρτηκότες, τοσοῦτον ἁλοῖεν ἂν, ὡς ἐπταικότας εἰπεῖν, μὴ ἂν ἐλπίσαι παθεῖν τῶν συμβεβηκότων τὴν πεῖραν. Καίτοι μετὸν εὐκόλως τῷ προειδότι φυλάξασθαι, καὶ παρὸν διαφυγεῖν τὸ ὥς τε καὶ ἥξει προεγνωσμένον, τί μὴ ἑτέρων αὐτοὶ προεκτρέχουσι τῶν δεινῶν, καίτοι τῆς τέχνης ἐν καλῷ γενέσθαι πεπιστευκότες; Εἰκαίως οὖν ἄρα φενακισμὸς τὰ ἐκείνων εὑρήματα, δι' αὐτῶν ἡμῖν ἐξελέγχεται τῶν πραγμάτων. Ἀλλ' ἐκβέβηκε, φασὶ, τῶν εἰρημένων τινὰ πρὸς ἀλήθειαν. Καὶ μὴν, ὦ βέλτιστοι, τοῦτο ἐστιν ἡ γραφή· καὶ τὰ ἐφ' οἷς ἂν ὑμᾶς εὐθύνεσθαι πρέποι. Εἶτα φεύγων τις, εἰπέ μοι, καὶ διωκόμενος, ἀπολογίαν ποιήσεται τὰ ἐγκλήματα; Οὐ γὰρ ὅτι πρὸς ἀλήθειαν ἐκβέβηκε τῶν εἰρημένων τινὰ ληροῦμεν ἡμεῖς, ἐκεῖ καταχέοντες τῶν οὐκ αἰσχρῶν τὴν κατάῤῥησιν. Τὸ δ' ὅτι μὴ πάντα πρὸς ἀλήθειαν βλέπει, τῆς ἐνούσης ὑμῖν βδελυρίας ἔλεγχος ἂν γένοιτο σαφὴς, καὶ πρός γε τούτοις διαδείξειεν ἂν ἁμαρτοεπὲς ἔτι τὸ ἐπιτήδευμα, καὶ ληρίας ἔμπλεως ἡ τέχνη, καὶ γέλως ἤδη τὸ μάθημα, καίτοι τὰ θεόθεν οὐκ ἂν διαψεύσαιτο Ἃ γὰρ οἶδεν ἐσόμενα, πάντη

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
