# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.721

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.721

τε καὶ πάντως ὁ θεῖος καὶ ἀκήρατος νοῦς, ταῦτά τε λαλεῖν εἰ προέλοιτό τισιν, εἴτε ἐκεῖνοι πρὸς ἑτέρους, οὐ ψευδοεπές ἐστι διήγημα. Τὰ δέ γε τῶν ἀνθρωπίνων ἐννοιῶν εὑρήματα, στοχασμοῦ φορέσει μᾶλλον ἢ τῆς ἀληθείας τὴν δόξαν. Δοκεῖ δέ μοι τῶν τοιούτων ἕκαστος ἀνθρώπῳ προσεοικέναι τοῦ βλέπειν ὑπό του παρειμένῳ τῶν παθῶν, καὶ τὴν τοῦ σώματος ὄψιν ἐξεῤῥυηκότι, ὃς ἠρεμεῖν ἄμεινον καὶ τῇ τοῦ πάθους ἀνάγκῃ παραχωρεῖν, εἶτα δύνασθαι τοξεύειν οἴοιτο, καὶ μάλα σεμνῶς. Ἆρ' οὐχὶ μανία τοῦτο, καὶ γραφή τις ὥσπερ ὕβρεως εἰς τὴν τέχνην; ἂν δ' ἂν συμβαίνοι παθεῖν αὐτὸν, καταθρῆσαι ῥᾷον. Συχνὰ γὰρ ἱέντι βέλη, διοιχήσεται, καὶ ἀφαμαρτήσει μὲν εἰκότως τὰ πλεῖστα σκοποῦ. Τὸ δὲ ἀπεῖργον οὐδὲν ἔμπου καὶ μόλις ἰέναι τὴν ἐπ' εὐθύ. Σεμνυνεῖται δὴ οὖν ἐφ' ἑνὶ, καὶ τὸν ἐπὶ τοῖς ἑτέροις διακρούσεται γέλωτα. Ἀλλ' ὅ γε τὴν ὄψιν ὑγιὴς, οὐκ ἐφ' ἑνὶ τῷ δραμόντι τὴν ὀφρὺν ἀνασπάσει, καὶ φρονήσει μέγα, πολλοῦ γε καὶ δεῖ. Αἰσχύνοιτο δ' ἂν μᾶλλον ἐπὶ ταῖς τῶν ἄλλων παρατροπαῖς, εἰ τὸ ἐπαινεῖσθαι δεῖν ἐποιεῖτο πρὸς ἡμῶν, μὴ διαπιπτούσῃ πρὸς τὸ ἀκαλλὲς τῇ τέχνῃ. Ἢ τοίνυν ὁμολογείτωσαν ὡς ἐκ τυφλῆς διανοίας ποιοῦντες τοὺς λόγους, καὶ τὸν ἐπ' ἐκείνῳ κρότον αἰτούντων· ὃς ἐπεί τοι τὴν ὄψιν ἔμπειρος ἦν, οὐ μακρὸν ὀφλήσει τῆς δι' ἁμαρτίας τὸν γέλωτα· καταληϊσθείη δ' ἂν οὐκ ἐκ τέχνης, ἀλλ' ἐκ τοῦ παρατυχόντος τὸ ἐφ' ἑνὸς ἐπίταγμα τυχόν. Ἢ εἴπερ ἐροῦσι βλέπειν, καὶ εἰδέναι σαφῶς διαβεβαιώσονται τ' ἀληθὲς, ἀπροφάσιστον παντελῶς εὑρήσουσι τὴν ἀπότευξιν, καὶ ψυχρὸν ἀπόβρασμα νοῦ τῆς μαντείας τὸν τρόπον. Ἅγιοι προφῆται γεγόνασι παρ' ἡμῖν, οὐκ ἀστέρων κίνησιν καταμετρεῖν εἰωθότες, οὐ τὴν τῶν στοιχείων πολυπραγμονοῦντες χρείαν, καὶ εἰς ἃ μὴ προσῆκεν ἐκβιαζόμενοι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ φενακισμοῖς ἑώλοις ἐπιθαρσήσαντες· ἐξ ἀποκαλύψεως δὲ θείου Πνεύματος προαναθροῦντες τὰ μέλλοντα, καὶ ἐκ μακρῶν ἄνωθεν ἡμῖν διηγορευκότες καιρῶν. Διημάρτηκε δὲ τῶν εἰρημένων οὐδέν· ἀλλ' ἕρπει κατὰ καιροὺς τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ λίαν ἐγγύς· μᾶλλον δὲ κατ' ἴχνος τὸ ἀκριβὲς τῶν ἤδη προηγγελμένων. Θεὸς γὰρ ἦν ὁ λαλῶν. Ἔστι τοίνυν ἐκείνων αὐτῶν ἐπαΐειν σαφῶς, ὡς ὀλέθριον ἐκκεχυκότων τὴν φιλοψευδῆ καὶ ἀργυροκάπηλον ἀστρογοητείαν· δεῖν γὰρ οὕτω γέ φημι, καὶ ὀνομάτων τῇ τέχνῃ στωμύλως ἐξευρημένων· φασὶ τοιγαροῦν· «Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν, ὅτι τὰ νοήματα· τῶν ἐθνῶν μάταια.» Γεγόνασι μὲν εἰς φαῦσιν καὶ εἰς καιροὺς οἱ τόνδε τὸν οὐρανὸν τῇ πολυσχεδεῖ κατακαλ [λ] ύνοντες θέσει καὶ τῇ συμμέτρῳ φαιδρότητι στεφανοῦντες ἀστέρες. Ἀλλ' εἰσὶν αὐτοί σοι τοῖς τοῦ πεποιηκότος εἴκοντες νόμοις, καὶ ὡρῶν μεταβολὰς τοῖς ἐπὶ γῆς σημαίνου-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
