Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.732
Not analysed yet
μισταί· συγκόψατε ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας. Ὁ ἀδύνατος λεγέτω, ὅτι Ἰσχύω ἐγώ.» Ἀκούεις ὅπως ἔφη ἁγίαν τὴν μάχην, καὶ ἀῤῥωστεῖν οὐκ ἐᾷ τὸ δυσκλεές τε καὶ ἄναλκι, δυσαπόνιπτα τοῖς πεπονθόσι τὰ τῆς κακανδρίας εἰδὼς ἐγκλήματα; Τί δ' ἂν βούλοιτο κατασημῆναι πάλιν λόγος ἡμῖν ὁ προφητικὸς, ὅτι χρὴ συγκόπτειν τὰ ἄροτρα μὲν εἰς ῥομφαίας, τὰ δρέπανα δὲ εἰς σειρομάστας, εὖ μάλα παρεγγυῶν, φέρε διασκεψώμεθα. «Ἄροτρα μὲν γὰρ καὶ δρέπανα, ῥομφαῖαί τε καὶ σειρομάστεις,» τὰ μὲν εἶεν ἂν ταῖς γεωπονίαις χρειωδέστατα τῶν σκευῶν, τὰ δ' αὐταῖς τοῦ πολέμου πρέποντα χρείαις. Ἆρ' οὖν ἐκεῖνο ἐροῦμεν, ὡς ἐξίστησι μὲν ἡμᾶς τῆς ἠρεμαίου ζωῆς καὶ φιλοπονίας ὁ νόμος, τὴν ἀγρίαν δὲ μᾶλλον καὶ φιλοπόλεμον τῆς ὧδε σεπτῆς ἀνθελέσθαι κελεύει; Καίτοι πῶς τοῦτό ἐστιν οὐκ ἀπηχὲς ἐννοεῖν; Ληρίας γὰρ, οἶμαι, τὸ χρῆμα γραφὴ, καὶ ἀτρεκὴς ὁ λόγος. Παιδαγωγεῖ μὲν γὰρ ἡμᾶς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ὁ τοῦ Θεοῦ νόμος, ἀποίσειε δ' ἂν ἥκιστά γε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ πλημμελές. Οὐκοῦν ὅ τί ποτέ ἐστι τὸ, «μεταπλάττεσθαι μὲν τὸ ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστην,» καταθρῶμεν, εἰ δοκεῖ. Ἔοικε δὴ οὖν ὑποφαίνειν ἡμῖν ἀστείως ὁ νόμος, ὡς ἤδη καιρὸς τοὺς ἐν Χριστῷ δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, πόλεμόν τε τὸν κατὰ παθῶν καὶ ἁμαρτίας ἠρμένους, οὐ τοῖς περὶ γῆν σπουδάσμασιν ἐμφιλοχωρεῖν ἀναπεπεισμένους διαμέλλειν, ὅτι καὶ βραδεῖς ὁρᾶσθαι περὶ τὸ χρῆναι πληροῦν τὰ ἀμείνω πρεπωδέστερα· μετασκευάσαι δὲ ὥσπερ τὸν ἐπ' ἐκείνοις ἱδρῶτα πρὸς κατόρθωσιν ἀρετῆς, καὶ εἰ σὺν μάχῃ προσίοιτο χρῆναι κρατεῖν, καὶ τῶν ἐν σφίσιν αὐτοῖς κατανεαν[ι]εύεσθαι παθῶν, ὄκνου τε ἀμείνους ὁρᾶσθαι φιλεῖν, καὶ ἐν παντευχίαις εἶναι ταῖς πνευματικαῖς. Οὕτω καὶ ὁ σοφώτατος Παῦλος τὸν πανάριστόν τε ἡμῖν καὶ ἀλκιμώτατον μαχητὴν ἐξαρτύει, λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Χριστοῦ.» Σεμνυνεῖται μὲν οὖν ἐπί γε τῷ δεῖν ἐσκευάσθαι λαμπρῶς ὁ πανάριστος μαχητὴς, ἀξιόμαχον δὲ τὴν ἐπὶ τῷδε δόξαν ἀποίσεται, φρονεῖν τε καὶ δρᾷν ᾑρημένος, τὰ δι' ὧν ἂν φαίνοιτο νεανικὸς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐτοιμότατα διανενευκώς. Σοφὸς, ἀρτίφρων, καὶ τοῖς θείοις νόμοις τρυφερὸς καὶ εὐήνιος. βʹ. Τίνες δ' ἂν εἶεν οἱ τὴν ἐναντίαν οἷς ἔφην ἐπιτηδεύοντες ζωὴν, ταύτῃ τοι καὶ τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἐξωθούμενοι, πάλιν αὐτὸς ἡμῖν διεσάφει λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς Μωσέα τὸν μεσιτεύοντα·