# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.733

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.733

»Πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἀποστείλατε ἔξω τῆς παρεμβολῆς· καὶ οὐ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι αὐτοῖς.» Ἀκούεις ὅπως παραπέμπεσθαι τῆς παρεμβολῆς δεῖν ἔφη γονοῤῥυῆ, καὶ λεπρὸν, καὶ ἀκάθαρτον ἐπὶ ψυχῇ, μολυσμοῦ δὲ τὸ χρῆμα πρόφασιν ἔσεσθαι καὶ τοῖς ἑτέροις φησὶν, εἰ μὴ τῶν μαχίμων ᾗ τάχος ἀπονοσφίζοιτο; Καίτοι τί δή ποτε; φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως· μᾶλλον δὲ, οἷμαι, καὶ ἁπαστισοῦν ἐπαπορήσειεν ἂν, καὶ λογιεῖταί που ποινὴν ἀνθ' ὅτου τὸν ἄῤῥωστον ὑποφέρεσθαι δεῖν ἐθεσμοθέτει Θεός. Ἦ γὰρ οὐκ ἄμεινον, ὁσιότητος ὄντα καὶ δικαιοσύνης πρύτανιν, τοὺς ταῖς ἀθελήτοις συμφοραῖς ὑπενηνεγμένους ἡμερότητος ἀξιοῦν, καὶ ἐπεί τοι πεπράχασιν ἀθλίως, ἐν ἴσῳ μὲν τοῖς κειμένοις ἐλεεῖν, κατονειδίζειν δὲ ὅλως τὸ πάθος αὐτοῖς ἐφεῖναι μηδενί; Λέπρα μὲν γὰρ, καὶ τῶν φυσικῶν σπερμάτων ζημίαι, καὶ ἀβούλητοι καταφοραὶ, τοῖς ἀνθρωπίνοις ἐπισυμβαίνουσι σώμασιν· ἀλλ' οὐκ ἂν οἴοιντο τῶν πεπονθότων ἐγκλήματα. Νοσεῖ μὲν γὰρ, οἶμαι, τὶς ἑκὼν μὲν οὐδείς· ἕλοιτο δ' ἂν μᾶλλον, κἂν εἷς σφόδρα τις ᾖ τῶν ἐπὶ πλούτῳ τεθαυμασμένων, τοῖς ἀπαλλάττειν ὑπισχνουμένοις ἁπάσης ὁμοῦ τῆς οὐσίας παραχωρεῖν. Εἶτα πῶς ἔσται τὸ χρῆμα γραφὴ, καὶ τοῖς νοσοῦσι κατάῤῥησις, τὸ τοῖς οὕτω δεινοῖς ἐναλῶναι κακοῖς; Τρόποι μὲν γὰρ οἱ παμμόχθηροι, καὶ θέλησις ἀχαλίνως τὴν εἰς τὰ αἰσχίω νοσοῦσαν ῥοπὴν, καὶ τῶν ἀμεινόνων ὑπερφρονεῖν ἑλομένη, κολάζοιντο ἂν εἰκότως. Τὰ δὲ μὴ οὕτως ἔχοντα τῇ φύσει, συμβαίνοντα δὲ τοῖς πάσχουσιν ἀπευκτῶς, ἐξοίχοιντο ἂν, οἶμαί που καὶ τοῦ κατασκώπτεσθαι δεῖν, καὶ τὴν ἐκ νομίμων ἐπίπληξιν οὐχ ὁσίαν ἔχειν. Τί δὴ οὖν πρὸς ταῦτά φαμεν; Ἠδίκηκε τοὺς λεπροὺς ὁ νόμος, ἤγουν τοῖς ἑτέροις σκληρὰν ἐπήρτησε δίκην, τῆς τοῦ πρέποντος θήρας ἠφειδηκώς; Οὐμενοῦν, πολλοῦ γε καὶ δεῖ. Γέγραπται γάρ· «Ὅτι ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή.» Ἀλλὰ πῶς ἂν νοοῖτο ταυτὶ πρὸς ἡμῶν, εἴπερ ἔροιτό τις, ἐκεῖνό φαμεν· Τῆς ἀληθείας τὸ κάλλος διὰ τύπου καὶ σκιᾶς ἡ διὰ Μωσέως τοῖς ἀρχαιοτέροις παρεδείκνυ ἐντολὴ, καὶ τῶν εἰς νοῦν ἔσω κεκρυμμένων ἡ δύναμις ὡς ἐν ἀῤῥωστήμασι τοῖς σωματικοῖς διετυποῦτο λαμπρῶς. Λεπροῖς μὲν γὰρ παρεικάζει τὸ γράμμα τὸ νομικὸν τοὺς, ὅσον ἧκεν εἰς τρόπους, πολυειδεῖς τε καὶ πολυγνώμονας, καὶ μυρίοις ὅσοις ἐμπεποικιλμένους κακοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς τὸν οἰκεῖον ἔχοντας νοῦν. Γονοῤῥυῆ δέ φησι τὸν ἀκάθεκτον εἰς φιλοσαρκίαν, καὶ τῆς εἰς ἄγαν αἰσχρότητος ἀκαταλήκτως ἡττώμενον, ὡς αὐτό που δοκεῖν τὸ τῆς ἀθελήτου γονοῤῥοίας ὑπομεῖναι πάθος. Καταμυσάττεται δὲ πρὸς τούτοις τὸν ἀκάθαρτον ἐπὶ ψυχῇ, τουτέστι, τὸν ἐπί τῳ τῶν τεθνεώτων πενθεῖν ᾑρημένον καὶ καταλγύνεσθαι λίαν. Οὐκ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
