Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.736
Not analysed yet
οῦν ἀνόπιν ὥσπερ ἰόντες, καὶ μονονουχὶ τὸν λόγον ἀνασειράζοντες, ἐκεῖνό φαμεν, τῇ τῶν θεωρημάτων ἑπόμενοι φύσει, καὶ εἰς νοῦν ὁρῶντες τῶν γεγραμμένων τὸν ἐσωτάτω, ὡς ἀδρανεῖς εἰς μάχην, καὶ πρός γε τὸ δεῖν ἀμείνους ὁρᾶσθαι παθῶν, οὐδαμόθεν ἐπιτήδειοι, τὸ πολυειδὲς εἰς φαυλότητα νοσεῖν, εἴπερ ἕλοιντό τινες. Τοῦτο γὰρ ἡ λέπρα καὶ τὸ κατ' αὐτόν ἐστι πάθος. Ἀλλ' οὐδ' ἂν ἐγγράφοιντο ταῖς τῶν ἁγίων φάλαγξιν οἱ ἀχάλινοί τε καὶ ἀκρατεῖς εἰς ἐκτόπους ἡδονάς. Ἀπόπεμπτοι δὲ πρὸς τούτοις, οἱ τοῖς τεθνεῶσιν εἰς ἅπαν ἀπολωλόσιν οὐ μετρίως ἀποστυγνάζοντες. Ὕβρις γὰρ τὸ χρῆμα εἰς Θεὸν, καίτοι διακεκραγότα σαφῶς διὰ φωνῆς ἁγίων· «Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.» Ἀνδριζώμεθα δὴ οὖν, εἴς γε τὸ χρῆναι, φημὶ, παθῶν ὁρᾶσθαι βελτίους. Ὧδε γὰρ δή τις τοῖς εἰωθόσιν εὐδοκιμεῖν ἐγγράψεται· καὶ τοῖς ἀριστίνδην ἐξηλεγμένοις ἐναρίθμιος ὢν, τὴν πολύευκτον ἀληθῶς ἀποίσεται δόξαν. Μὴ καταπτοείτω πόνοις, κἂν εἰ φαίνοιτο τραχὺ τὸ ἐφικέσθαι ζωῆς τῆς ἐπαινουμένης· κἂν εἰ τῆς ἀρετῆς δυσέκβατος μὲν καὶ ἀνάντης προκέοιτο τρίβος, ἱδρῶτες δὲ τῆς εὐκλείας προαναφαίνοιντο. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὀλίγους κομιδῇ δαπανῶντας πόνους, τῶν κατορθωμάτων τὰ ἐξαίρετα καταπλουτεῖν δύνασθαί τινας· ἀναλόγως δὲ τοῖς ἱδρῶσιν ἀεὶ τὰ ἐξ αὐτῶν ἀνίσχει καὶ φαίνεται. Τοιούτοις ἡμᾶς παραθήγει λόγοις καὶ ὁ θεσπέσιος Παῦλος εἰς ἔφεσιν ἀρετῆς. Προστέταχε γὰρ ὑπογραμμὸν ὥσπερ τινὰ ποιεῖσθαι φιλεῖ, «τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν, καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας.» Τίνα δὲ τρόπον καὶ ἐπὶ τίσι τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καίτοι Θεὸς ὢν, κατὰ φύσιν, ὁ Λόγος, φέρε δὴ λέγωμεν, βραχὺ μὲν ἐξαίροντες ὑψοῦ τὸ διήγημα, καταβιβάζοντες δὲ χρησίμως εἰς καλουμένην ἑκούσιον κένωσιν. γʹ. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. Γεγέννηται δὲ πάλιν λέγωμεν, ἐπέκεινα μὲν ἡκέτω σωμάτων ὁ νοῦς· καὶ τῆς ἐπ' αὐτοῖς φαντασίας τὸ σμικροπρεπὲς, κάτω που μένειν ἀφεὶς, ἄμεινον μὲν ἀσυγκρίτως ἢ κατὰ σώματος φύσιν ἀπονοείτω τὸ Θεῖον· ὑπερτάτω δὲ ὅτι παντὸς γενητοῦ καὶ ἀπαραβλήτου ἔχει τὴν δόξαν, διακείσθω καλῶς. Παραδεξώμεθα τοίνυν, οὐχὶ δήπου πάντως τοῖς καθ' ἡμᾶς ἑπόμενοι λόγοις, ὅτι πρεσβύτερον μὲν τοῦτό που τῷ γεγεννημένῳ, τὸ μὴ ὑπάρχειν ὅλως· προαναφαίνεται δέ πως τῆς εἰς τὸ εἶναι παρόδου τὸ μὴ ὑφεστάναι ποτέ. Ληρία γὰρ τοῦτό γε, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἐμβροντησίας κατάδειξις ἐναργής. Εἰ μὲν γὰρ περὶ σωμάτων, ἤτοι τῶν καθ' ἡμᾶς, πο-