# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.740

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.740

τὸ ἐνδέον αὐτῷ. Οὐ γὰρ ἦν εἰκὸς, μᾶλλον δὲ ἦν καὶ σφαλερώτατον, ἐννοεῖν καὶ λέγειν, ὡς τὴν θείαν καὶ ἄῤῥητον πλεονεκτήσει φύσιν ἡ ἀνθρώπου τυχὸν, καὶ εἰς τὸ οἰκεῖον αὐτὴν ἀκαλλὲς ἐκβιάσεται, καὶ καταβιβάσει τῆς ἰδίας ὑπεροχῆς. Σοφὸν δὲ δήπου καθάπερ ἐγᾦμαι τὸ διαλογίζεσθαι δεῖν, ὅτι τῇ τῆς θεότητος φύσει παραχωρήσει τὰ καθ' ἡμᾶς. Καὶ πρός γε τὸ[ν] ἀσυγκρίτως ἄμεινον μετοιχήσεται, τῇ τοῦ προὔχοντος εὐκλείᾳ νικώμενον. Καὶ γάρ ἐστι τῶν ἀτοπωτάτων, ἐν μὲν τοῖς ὑπὸ Θεοῦ γεγονόσιν ὁρᾷν τῇ τῶν ἀμεινόνων μίξει τε καὶ παραθέσει καὶ τὰ μὴ σφόδρα περικαλλῆ κοσμούμενα· οἴεσθαί γε μὴν τῇ ἀνθρώπου φύσει Θεὸν προσωμιληκότα, καθ' ὃν οἶδε τρόπον αὐτὸς, μὴ οὐχὶ δὴ μᾶλλον ἐναπομάξασθαί τι τῶν ἰδίων αὐτῇ, βλάβος δέ τι καὶ τῶν παρ' ἀξίαν εἰς ἰδίαν αὐτὸν ἀνατλῆναι φύσιν. Καὶ ἤλιος μὲν τῆς ἀκτῖνος τὴν προσβολὴν, καὶ βορβόροις αὐτοῖς καὶ τέλμασιν ἐνιεὶς, ἀδιαλώβητον παντελῶς τηρήσει τὸ σέλας· ἡ δὲ θεία καὶ ἀκήρατος, καὶ ὑπερτάτη φύσις, ἢ τὸ δύνασθαί τι παθεῖν τῶν καταλυπεῖν εἰωθότων, ἀστιβὲς παντελῶς πῶς ἂν ἀδικοῖτο τῇ πρὸς τὸ ἔλαττον ὁμιλίᾳ; Πῶς δὲ οὐχὶ τὴν τοῦ χείρονος ὑπεραλεῖται φύσιν, καὶ τοῖς ἰδίοις αὐτὴν ἀγαθοῖς καταφαιδρύνουσα πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μετακομιεῖ; Ἀνθότου δὴ οὖν τοῦ χρῆναι θαυμάζειν ἠφειδηκότες τὰ οὕτω σεπτὰ, κατασοβαρεύονταί τινες, καὶ τὸ ὑπέροφρυ νοσοῦσι πάθος· οἴονταί τε τῇ θείᾳ συναγορεύειν δόξῃ, τῆς οὕτως ἀρίστης οἰκονομίας τὸ ἀκαλλὲς καθορίζοντες. Οὐ γὰρ παραδέχονται τὸ μυστήριον· πλατὺ δὲ γελῶντες, ἀσύνετον κομιδῇ τὸ χρῆμα νομίζουσι, καὶ ὕθλοις ἡμᾶς εἰκαίοις ἐπιθαρσῆσαί φασιν. Οὐκ ἐννοοῦντες, ὅτι τοῖς μὲν ἰδίοις καθηγηταῖς, εἴπερ ἕλοιντό τι νοεῖν ἢ λέγειν, ἀβασάνιστον ἔσθ' ὅτε τηροῦντες τὴν πίστιν, καὶ τὸ, «Αὐτὸς ἔφα,» δωρούμενοι, εἶτα τοῖς θείοις κρίμασι τάς γε δὴ σφῶν αὐτῶν ἀν[θ]ιστάντες ἐννοίας, δυσδιάφυκτον κομιδῇ ταῖς ἑαυτῶν κεφαλαῖς καταχέουσιν· οὐδὲ οἷς ἄνθρωποι τιμᾷν ἐγνώκασι, ταῦτα τῇ θείᾳ προσνέμοντες φύσει. Ἀλλά τις αὐτοῖς, ὡς οἴονται, σοφὸς δὴ λίαν ἐκπεπόρισται λόγος. Πῶς γὰρ δὴ, φασὶν, ὁ ἀκήρατος νοῦς, ὁ ποσότητός τε καὶ περιορισμοῦ παντελῶς ἐλεύθερος, εἰς ἑνὸς ἀνθρώπου κεχώρηκε σῶμα; Ἐγὼ δὲ, ὅτι μὲν τῆς τῶν σωμάτων ποσότητος ἐξιστᾶσι τὸ Θεῖον, ἐπαινέσας ἔχω. Συνθήσομαι γάρ· φημὶ δὴ οὖν ὅμως ἐκεῖνο τοῖς ὧδε φρονεῖν ᾑρημένοις. Οὐ γὰρ δὴ περιγεγράφθαι φαμὲν τὴν τοῦ Λόγου φύσιν, εἰ καὶ κατοικῆσαι λέγοιτο καθάπερ ἐν ἁγίῳ ναῷ τῷ ἐκ τῆς ἁγίας Παρθένου σώματι· ἀλλ' ἐπλήρου μὲν οὐρανοὺς ὡς Θεὸς, γῆν δὲ καὶ τὰ κατωτέρω, καὶ οὐδενὸς τῶν ὅλων ἀπελιμπάνετο. Ἦν δὲ μετὰ τούτου καὶ ἄνθρωπος. Τὸ δὲ ὅπως ἢ τίνα τρόπον, εἰ νοεῖν οὐ δύνασαι, παραχώρει τοῖς ὑπὲρ νοῦν, χαρίζου τοῖς ὑπὲρ λόγον τὴν ὡς ἐξ ἀνάγκης σιγήν. Πολλὰ τούτοις ἕτερα προσομολογήσεις ἀγνοεῖν. Ποῦ γὰρ ἐρήρεισται γῆ; Ποίαν ἔχει τὴν ὑποβάθραν ὁ οὐρανός; Πεποίηται δὲ τίνα τρόπον

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
