Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.741
Not analysed yet
ὁ τῶν ἄστρων χορὸς, καὶ τὴν ὑψοῦ τε καὶ ἄνω διέρπει τρίβον; Ἀλλὰ γὰρ εἴ τις ἕλοιτο τὰ καθέκαστα λέγειν, μακροὺς ὡς ἐγᾦμαι δαπανήσει λόγους, συντιθείς σοι τὰ διηγήματα. Ἀλλὰ γὰρ σμικρὸν τῷ ὑπὲρ πάντα Θεῷ φασι τὸ γενέσθαι καθ' ἡμᾶς. Ἐγκαλεῖς δ' οὖν, ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς τῇ φύσει, προὐργιαιτέραν τοῦ πρέποντος τὴν εἰς ἡμᾶς φροντίδα πεποίηται. Σμικρὸν μὲν γὰρ ὁμολογουμένως αὐτῷ τὸ γενέσθαι καθ' ἡμᾶς· καλεῖται γὰρ κένωσις. Ἀλλ' ὅ γε τῆς εἰς ἡμᾶς ἡμερότητος λόγος διακρούσεται τὴν γραφήν. Ὃ δὲ ἦν δή που θαυμάζειν ἄξιον, αἰτίαις ὑπενεγκεῖν, πῶς οὐκ ἀνόσιον κομιδῇ; Εἰπὲ γὰρ ἐκεῖνο, καὶ φιλοπευστοῦντι φράσον. Πότερα δὲ φὴς ὡς ἦν ἄμεινόν τε καὶ πρὸς εὐκλείας αὐτῷ τὸ ἀφειδῆσαι τῶν καθ' ἡμᾶς, καὶ δι' οὐδενὸς ποιεῖται λόγου πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ὠλισθηκότα τὸν ἄνθρωπον; ἢ τοῦτο μὲν οὐδαμῶς, ἀνασῶσαι δὲ μᾶλλον, καὶ τῆς καθηκούσης ἐπιμελείας ἀξιοῦν; Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὡς ἦν ἄμεινόν τε καὶ πρεπωδέστερον τῷ γε ὄντι κατὰ φύσιν ἀγαθῷ, τὸ τοῖς παρ' αὐτοῦ γεγονόσι τὰ ἐκ τῆς ἰδίας ἡμερότητος διανέμειν ἀγαθά; Πῶς οὖν ἔτι τὸ χρῆμα γραφή; πῶς δὲ τῆς οἰκονομίας τὸ ἀμωμήτως ἔχειν καταφλυαροῦσί τινες; Ἀλλ' ἰατροῖς μὲν παραχωρήσομεν τὸ ὅπως ἂν εἰδεῖεν αὐτοὶ τιθασσεύειν δύνασθαι τὰς τῶν παθῶν ἀγριότητας· ἐπιτιμήσομεν δὲ τῷ Θεῷ, τῆς εἰς ἡμᾶς φροντίδος οὐκ ἠγνοηκότι τὴν ὁδόν; Διακεισόμεθα δὲ φληνάφως, λογισμοῦ μὲν τοῦ πρέποντος ἀφαμαρτεῖν αὐτὸν, ἐν σκέψεσι δὲ ταῖς πρεπωδεστέραις τὸν ἀνθρώπινον γενέσθαι νοῦν; Ἆρ' οὖν, εἰπέ μοι, φρενοβλαβείας ταυτὶ καὶ γέλωτος ἀπαλλάξωμεν; Ἄκουε λέγοντο, ἐναργῶς τοῦ πάντα εἰδότος Θεοῦ· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν· οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου· ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.» Ὑπερκείσεται γὰρ ὅσον τῇ φύσει τὰ καθ' ἡμᾶς, τοσοῦτόν που πάντως φρονήσει καὶ ἄμεινον, καὶ τὴν ἐφ' ἑκάστῳ τῶν πρακτέων ὁδὸν οὐδὲν διασκέψεσι βλέπων· ἀλλ' ἐν πρώταις εὐθὺς ἐννοίαις ἑλὼν, ἀποπεραίνει τὸ δοκοῦν. «Οὐδὲν γὰρ, οὐδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ πάντα κατορθοῦν,» κατὰ τὸ γεγραμμένον τοῖς ἀρχαιοτέροις ὑμνούμενον. Ἀλλ' εἴ σοι φίλον καὶ ἐν σπουδῇ, καὶ τὴν τῆς ἐνανθρωπήσεως αἰτίαν καταμαθεῖν, ὄκνου κρείττονα ποιήσομαι τὴν ἀφήγησιν, καὶ ἐν βραχέσιν ἐρῶ.