# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.744

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.744

δʹ. Ἄφθαρτον καὶ ἀνώλεθρον ἐποίει τὸν ἄνθρωπον ἐν ἀρχαῖς εὐθὺς ὁ πάντων Δημιουργὸς, οὐκ ἰδίας φύσεως νόμοις ἐρηρεισμένον εἰς τοῦτο, καὶ ἀκλονήτως ἔχοντά ποθεν. Νοσεῖν γὰρ ἀνάγκη τοῖς ὑπὸ γένεσιν τὴν φθορὰν, καὶ τὸ ἄρχειν τοῦ πεποιῆσθαι λαχὸν διέρπει που πάντως εἰς τὸ καταλῆξαι δεῖν. Ἀλλ' ἐπείπερ ὧδε ἔχειν αὐτὸν ὁ Δημιουργὸς ἤθελε, πρὸς τῷ ἀνωλέθρῳ, καὶ παντὸς εἴδησιν ἀγαθοῦ, καὶ μὴν καὶ ἔφεσιν τὴν εἰς ἀρετὴν ἐγχάραττε τῷ ζώῳ· εἶτα δρᾷν ἐπ' ἐξουσίας ὅπερ ἂν ἕλοιτο διδοὺς, τὴν ἐλευθέροις πρέπουσαν ἐχαρίζετο δόξαν. Ἔδει γὰρ, ἔδει προαιρετικὴν ἐν ἡμῖν ὁρᾶσθαι τὴν ἀρετήν. Εἶτα τοῖς τοῦ διαβόλου φενακισμοῖς ἐξολισθήσας εἰς ἁμαρτίαν, καὶ τῶν δοθέντων ὀλιγωρήσας νόμων, θανάτῳ κατεδικάζετο, καὶ ταῖς παραβάσεσι συνηῤῥώστησε τὴν φθοράν. Ἐπειδὴ δὲ πρὸς τὸ ἐν ἀρχαῖς ἀναπλάττειν τὸ ζῶον ἐδόκει τῷ ποιητῇ, φθορᾶς τε ὁμοῦ καὶ ἀναμαρτησίας ἀπαλλάττειν ἤθελε, νόμον ὡρίσατο τὸν διὰ Μωσέως· λελάληκε δὲ καὶ διὰ προφητῶν ἁγίων. Ἀλλ' ἦν οὐδὲν ἧττον ἐν πολλαῖς ἄγαν αἰτίαις τὰ καθ' ἡμᾶς. Τοιγάρτοι καὶ αὐτὸν ἀφικέσθαι λοιπὸν ἐξ οὐρανοῦ παρεκάλουν, λέγοντες· «Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.» Πῶς οὖν ἔδει τοῖς ἐπὶ τῆς γῆς ἐμφανῆ γενέσθαι Θεόν; ἄρα γυμνῇ τῇ δόξῃ, καὶ οὐδὲν ἐχούσῃ τὸ κατασκίασμα; Καὶ τίς ἂν ὑπέστη τὴν οὕτω σεπτὴν καὶ δύσοιστον θέαν; Καίτοι λέγοντος ἀκούω τινὸς τῶν παρ' Ἕλλησι ποιητῶν καὶ εἰς πολύθεον πλάνησιν ἀπενηνεγμένων· Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. Ὅτι δὲ τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων ὁρᾶται σαφῶς τῶν τῆς ἀκηράτου φύσεως τὴν δόξαν ἰδεῖν, εἴσῃ κἀντεῦθεν. Καταβέβηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινᾶ καλούμενον ὄρος. Εἶτα προσελάλει τοῖς υἱοῖς Ἰσραὴλ, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. Ἀλλ' οὐκ ἐνεγκὼν τὴν θέαν ὁ Ἰσραὴλ, ἐλιπάρει λέγων· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν.» Καταπεφρικότων δὴ οὖν τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἔσεσθαι τοῖς παιδαγωγουμένοις ἀναφανδὸν εἰρηκότων, ἐπήνεγκε τὴν σκέψιν ὁ νομοθέτης· καὶ τύπον ὥσπερ τινὰ τὴν Μωσέως διακονίαν τῆς ἐσομένης διὰ Χριστοῦ τοῖς πάλαι προθεὶς αὐτὸν ἡμῖν ἐναργῶς ἀναδείξειν κατὰ καιροὺς ὑπισχνεῖτο, λέγων· «Ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Δεσπότην γὰρ ὄντα προφητῶν τὸν Υἱὸν, προφήτην ὠνόμαζε τῶν τῆς ἀνθρωπότητος μέτρων εἴσω τιθεὶς, διὰ τὸ τῆς οἰκονομίας ἀπόῤῥητον. Ἵνα τοίνυν γένηται κατὰ Μωσέα, τουτέστιν ἄνθρωπος, καὶ Θεοῦ μεσίτης καὶ τῶν καθ' ἡμᾶς, πεφόρηκε τὸ ἀνθρώπινον

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
