Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.745
Not analysed yet
σῶμα· καὶ «σπέρματος Ἀβραὰμ ἐπελάβετο,» κατὰ τὰς Γραφὰς, ἵν' ὃ ἐπίπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὴν τοῖς ἀνθρωπίνοις σώμασιν ἐγκατασκήψασαν ἐξ ἀρᾶς, ἐξελάσῃ φθορὰν, καὶ μεταστήσῃ σύμπαντα εἰς θεογνωσίαν, εἰς ἐγκράτειαν, εἰς ἀνδρείαν, εἰς ὑπομονὴν, καὶ εἰς τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν, ἃ ζηλωτοὺς ἀποφαίνει, καὶ θείων ἡμᾶς ἐμπίπλησι χαρισμάτων. Ἀλλ' ἠγνόησε τὴν οἰκονομίαν ὁ Ἰσραὴλ, καίτοι προφητῶν ἁγίων ἀνακεκραγότων σαφῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Ὁ μὲν γὰρ ἔφασκεν· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε.» Καὶ ἄλλωθι· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετ' ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ, συνάξει ἄρνας.» Ἕτερος δ' οὖν, Ἰεζεχιὴλ δὲ οὗτος πανάριστος προφητῶν· «Τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ, καὶ ἀνὰ μέσον προβάτου ἀσθενοῦς· ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε, καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ἔτι ὦσιν εἰς προνομήν· καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς,» τὸν δοῦλόν μου Δαβίδ. «Καὶ ἔσται αὐτῷ ποιμήν· καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.» Ἀκούεις ἄνω τε καὶ κάτω Δαβὶδ ὀνομάζοντος τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ὡς ἐσόμενον ποιμένα κατὰ καιροὺς τῶν ἐξ Ἰσραήλ; Ἐννόει γὰρ ὅτι κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ὁ προφήτης τὰ τοιάδε φησὶν, οὐκ ἦν ἐν ζῶσιν ἔτι Δαβίδ· προαποτεθνήκει γὰρ ἐκ μακρῶν ἔτι καὶ ἄνωθεν χρόνων. Ἀλλ' ὥσπερ ἐστὶν ἔθος τῇ θείᾳ Γραφῇ Ἰακὼβ ὀνομάζειν τοὺς ἐξ Ἰακὼβ, καὶ μέντοι καὶ Ἰσραὴλ τοὺς ἐξ Ἰσραήλ· οὕτω καὶ Δαβὶδ τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστόν. Ἠγνοηκότες τοίνυν ἐσταύρωσαν. Ὁ δὲ καί τοι διαδράναι τὸ παθεῖν ἐξὸν, οὐ γὰρ ἂν ἐβιάσθη Θεὸς, ἑαυτὸν προσεκόμισε ταῖς τῶν φονώντων χερσίν· ἵνα καὶ ἐγηγερμένος ἐκ νεκρῶν, πληροφορήσῃ σαφῶς, καὶ πρό γε τῶν ἄλλων τοὺς ἐσταυρωκότας, ὅτι ζωὴ κατὰ φύσιν ὑπῆρχεν ὁ Θεός. Καταβέβηκεν ἐν τοῖς καθ' ἡμᾶς, ἵνα ἡμᾶς ἀποδείξῃ θανάτου κρείττονας, καὶ νενικηκότας ἤδη τὴν φθοράν. Παθόντος δὴ οὖν ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, καὶ καταργήσαντος μὲν τὸν θάνατον, ἀποστήσαντος δὲ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν· ἐγηγερμένου τε καὶ ἀναβεβηκότος εἰς οὐρανοὺς, καὶ ὅσον οὐδέπω παρεσομένου· «Καταβήσεται γὰρ καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» κατὰ τὸ γεγραμμένον· πάντα ῥύπον τὸν τῆς ἁμαρτίας ἀποτριψώμεθα, ἀγαπήσωμεν τὴν ἐγκράτειαν, καρποφορήσοντες τῇ ὑπομονῇ τὴν εἰς ἀλλήλους ἀγά-