# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.748

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.748

πην, ἐπιτηδεύσωμεν τὸν εἰς τοὺς δεομένους ἔλεον, τὴν φιλοπτωχίαν. Συναλγήσωμεν τοῖς ἐν δεσμοῖς, τοῖς κακουχουμένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι. Καὶ πρό γε τῶν ἄλλων ὀρθὴν καὶ ἀμώμητον ἐν ἑαυτοῖς τὴν πίστιν τηρήσωμεν. Τότε γὰρ, τότε νηστεύσομεν καθαρῶς· ἀρχόμενοι τῆς μὴν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΙϚʹ. Πρόλογος. Ἡμᾶς ἐνθάδε συνήγαγεν ὁ καιρός. Ἥκομεν δὲ εἰς μέσον, οὐ τὸ ἐν λόγοις πλατὺ καὶ ἰσότιμον ὑπισχνούμενοι· μέτριοι ἐν τούτῳ λίαν ἡμεῖς· ἀλλ' ἔθει πατρῴῳ καὶ ἀναγκαίως ἐξευρημένῳ κατακολουθεῖν ἐγνωκότες. Δεῖ τοίνυν ὑμᾶς συγγνώμονας εἶναι, κἂν εἰ μὴ φαίνοιτο τοῖς ἔξωθεν κόμποις κατηγλαϊσμένος ὁ λόγος, καὶ τοῖς εἰς ῥητορικὴν αὐχήμασιν ἐναβρύνεσθαι μεμελετηκώς. Τὸ γὰρ ἐν τούτοις εὐδοκιμεῖν, περιθείην ἂν εἰκότως, ἥκιστα μὲν, ἐμαυτῷ, φαίην δ' ἂν ὅτι πρέπειεν ἂν μᾶλλον τοῖς ἀγαθοῖς τουτοισὶ καὶ σοφοῖς διδασκάλοις. αʹ. Ὁ μὲν νόμος τοῖς ἀρχαιοτέροις ἐδίδου τὸ σύνθημα τοῦ χρῆναι πληροῦν τὰς ἐν τύποις ἔτι καὶ ὡς ἐν σκιαῖς ἑορτάς. Ὅτι δὲ ἦν ἀναγκαῖον τῆς καθηκούσης αὐτὰς φροντίδος ἀξιοῦν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις οὐκ ἀπλημμελὲς, ἀλλ' ἐναντίᾳ καὶ δίκῃ, διεσάφει, λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· «Καὶ ἔσται, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὑτῆς.» Τοῖς γὰρ οὕτω σεπτοῖς, καὶ εὖ μάλα ὀρθῶς διωρισμένοις ἐπιγάννυσθαι δέον, παρ' οὐδὲν ἀνθότου ποιοῖτ' ἄν τις τὴν ἐπιτήρησιν. Τά τε τῶν πραγμάτων ἐξαίρετα, καὶ οὐκ ἀγεννῆ λαχόντα τὴν δόξαν, εἴπερ ἕλοιτό τις περιυβρίζειν ἀποτολμᾷν, ὄκνῳ τε καὶ μελισμοῖς τὸ κρατεῖν ἀπονέμων, ὁσίαν ἂν ἔχοι τὴν κατάῤῥησιν, καὶ οὐκ ἔξω τοῦ εἰκότος τὰ ἐγκλήματα. Οὐκοῦν εὐστιβῆ μὲν ὤσπερ διατάττοντες τρίβον, διακηρύξομεν μὲν ἡμεῖς μεμνημένοι τοῦ λέγοντος· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει Κύριος παντοκράτωρ.» Πρέποι δ' ἂν καὶ ἡμᾶς αὐτοὺς, προθυμίαις μὲν ταῖς ἀνωτάτω χρωμένους, διαῤῥιπτοῦντας δέ που τὸ ἐξήνιον, καὶ τῇ τῶν αἰσχίστων μοίρᾳ προσνέμοντας ἀπο-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
