# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.749

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.749

περαίνειν ἐπείγεσθαι τὰ νενομισμένα. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὸν τῆς ἁγίας ἡμῶν ἑορτῆς κατασημαίνων καιρὸν, καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἱεροπρεπῶς τε καὶ ἀμωμήτως, καὶ ὡς ἐν τύπῳ καταδεικνὺς, προσεφώνει, λέγων· «Εἴ πω καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ' ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν· ποιήσεις αὐτὸ κατὰ καιροὺς κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.» Ἡμᾶς δὲ ἀνάγκη τοὺς ταῖς ἱεραῖς λειτουργίαις ὑπεζευγμένους, λαμπρῷ καὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, καὶ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἐπιφωνεῖν· «Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ.» Ἐκεῖ τὴν πάναγνον ἀποπερανοῦμεν ἑορτὴν, καὶ τῆς ἀνωτάτω θυμηδίας ἀναπιμπλάμενοι, τὸν τῶν ὅλων Σωτῆρα δοξολογήσομεν, ἐκεῖνο λέγοντες τὸ προφητικόν· «Ἀγαλλιάσθω ἡ ψυχή μου τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Εἴη δ' ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐμπόρους ἀθλίων ἡττᾶσθαι κερδῶν, καὶ τοῦτο ἡγεῖσθαι τρυφήν· καὶ φροντίδος ἀξιοῦν τῆς προυργιαιτάτης, καί τοι διὰ πλείστων ὅσων ἰόντας χρόνων, καὶ οὐκ ἀνιδρωτὶ συλλέγοντας, ἐπαγάλλεσθαι δὲ ταῖς ἀρούραις γηπόνους, εἰ καρποῖς ὡραίοις ὁρῶντες διαβριθεῖς· ἡμᾶς δὲ τῶν ἐπιγείων τὰ πολὺ λίαν ἐπέκεινα, μᾶλλον δὲ καὶ ἀσυγκρίτως ἀμείνω κερδαίνοντας, μὴ οὐχὶ τὸ χρῆμα ποιεῖσθαι λοιπὸν τοῦ παντὸς ἄξιον λόγου, καὶ τῆς εἰς λῆξιν ἡκούσης θυμηδίας πρόξενον. Καίτοι τὰ μὲν τῶν ἐμπόρων, κἂν εἰ πράττοιτο κατ' εὐχὴν τοῖς πεπονηκόσιν, οὐδὲν ἂν ἔχοι τὸ θαῦμα παρά γε τοῖς ἄριστα βιοῦν ᾐρημένοις· γηπόνοις δ' ἂν πεπραχόσι δεξιῶς, περιέσται δή που τρυφᾷν καὶ ποῦ μετρίως, οὐκ ἐφ' οἷς ἂν ὀνίναιτό τις, εἴς γε τὸ ἀκηράτως ἔχειν, ἤγουν εἰς τὸ δύνασθαι λοιπὸν τὸ θανάτου καὶ φθορᾶς ὑπερφέρεσθαι κράτος, ἀλλ' ἐφ' οἷς ἂν ἔχοι τὰ ζωαρκῆ, καὶ τὴν πρὸς καιρὸν τοῦ σώματος θεραπεύειν χρείαν. Νοῦ δὲ δὴ πέραν παντὸς τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα, «Ἡ γὰρ ἐλπὶς αὐτῶν, ἀθανασίας πλήρης,» κατὰ τὸ γεγραμμένον. Τίς μὲν οὖν ὁ καιρὸς, καθ' ὃν ἂν προσήκοι πληροῦσθαι τὸ Πάσχα, καὶ ὅπως ἂν γένοιτο, πρὸς ἡμῶν εἴρηται σαφῶς. «Ἡμέρᾳ γὰρ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, κατὰ τὸν καιρὸν,» καὶ κατὰ τὸν νόμον αὑτοῦ ποιεῖσθαι προστέταχεν· χρῆναι δὲ ὑπολαμβάνω τῶν τεθεσπισμένων ἕκαστα φιλοκρινοῦντας ἐντέχνως, καὶ τὴν ἀρίστην αὐτοῖς ἐπιῤῥιπτοῦντας βάσανον, πολυπραγμονεῖν ἐπείγεσθαι τὰς αἰτίας, τοῦ καὶ ἐν ἦρι γενέσθαι δεῖν, καὶ ἐν μηνὶ τῷ πρώτῳ τὸν νομοθέτην εἰπεῖν. Εἴη δ' ἂν οὐκ ἀσυντελὲς εἰς ὄνησιν τὸ ἔν γε τούτοις ἰσχνοεπεῖν· καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Θεὸς διὰ προφήτου φωνῆς· «Ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει.» Ὅτι μὲν γὰρ ταῖς καθηκούσαις ἐρεύναις κατιχνοῦν, ὡς ἔνι, τὰ γεγραμμένα πειρᾶ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
