# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.760

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.760

Ἰησοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, οὐ χωρὶς αἴματος,» κατὰ τὰς Γραφάς. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐν πρώτῃ σκηνῇ τῶν τὸ τηνικάδε θυόντων ἡ στάσις χρήσιμος ἐπράττετο, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἀνιέντος τοῦ νόμου. «Πεφανέρωτο γὰρ οὔπω, φησὶν, ἡ τῶν ἁγίων ὁδὸς, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ προειρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ καιροῦ, καθ' ὃν ἂν εἰκότως τελοῖτο τὸ Πάσχα. Ἁρμόσειε δ' ἂν ἄρα τισὶ τὸ ἐσθίειν αὐτὸ, ἢ καὶ ὅπως ἂν τελεῖσθαι πρέποι, φέρε λέγομεν, ἐκ τῶν ἱερῶν ἑλόντες Γραμμάτων. εʹ. Ἔφη τοίνυν ὁ μέγας ἡμῖν Μωσῆς, τὸ ἐπ' αὐτῷ χρησμῴδημα συντιθεὶς, ὅτι τοῖς τὸν ἱερὸν καὶ ἀβέβηλον καταδηδοκόσιν ἀμνὸν ἄρτοις τε ἀζύμοις καὶ τοῖς τῶν λαχάνων πικροῖς κεχρῆσθαι δεήσει, μετέχειν καὶ τῶν κρεῶν, ὧδε σχήματος ἔχοντας. «Ἔστωσαν ὑμῶν, φησὶν, αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.» Ἀλλὰ τί μοι βούλεται τῶν δαιτυμόνων τὸ σχῆμα; φαίη τις ἂν ἔσθ' ὅτε, καὶ μάλα εἰκότως. Ἥκιστα μὲν γὰρ καὶ εἰκαιόμυθος ὁ νόμος ἦν· ἕψεται δὲ πάντως τῶν τεθεσπισμένων ἑκάστῳ τὸ καταθαυμάζεσθαι δεῖν. Ἢ γὰρ οὐχὶ γελοιότητός τε καὶ ἀμαθίας ἔμπλεον, ὀρθὰ μὲν ἡμᾶς φρονεῖν ᾑρημένους, ἀποσπουδάζειν ὡς ἀκαλλὲς τὸ μάταιόν τε καὶ ἀπηχὲς εἰπεῖν, ἤγουν ἑλέσθαι πληροῦν· τὴν δὲ ἀνωτάτω φύσιν, νόμῳ καταρυθμίζουσαν εἰς τὸ εὖ ἔχειν τὰ καθ' ἡμᾶς, τὸ ἀσυντελὲς εἰς ὄνησιν ὡς ἀναγκαῖον ἰδεῖν· καὶ εἰκαίαν τινὰ καὶ ἀσύφηλον παραῤῥῖψαι φωνήν; Ἄπαγε τῆς δυσβουλίας. Διακεισόμεθα γὰρ οὐχ ὧδε ταῦτα ἔχειν. Πολλοῦ γε καὶ δεῖ. Τίς οὖν ὁ λόγος τοῦ χρῆναι λοιπὸν τοὺς ἐσθίοντας τὸν ἀμνὸν, διεζῶσθαι μὲν τὴν ὀσφὺν, ὑποδεδέσθαι δὲ τοὺς πόδας, καὶ ῥάβδον ἑλεῖν; Ἆρα οὐκ ἐναργὴς ὁ τύπος, καὶ μονονουχὶ βοᾷ τῆς οἰκονομίας τὸν τρόπον; Οἱ γὰρ πάναγνον ἀληθῶς ἐπιτελοῦντες πανήγυριν, καὶ κεκλημένοι πρὸς μέθεξιν τῆς εὐλογίας Χριστοῦ, μάταιον μὲν ἡγήσονται τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, διαῤῥιπτοῦντες δέ ποι τὸ βιοῦν ἑλέσθαι σαρκικῶς, τὰ ἄνω φρονοῦσι λοιπὸν, εἰς τὴν ἄνω σπεύδουσι πόλιν, καὶ εἰς ἑτέραν ὥσπερ μεταφοιτῶσι ζωὴν, ἁγιοπρεπῆ δηλονότι καὶ τῆς γηΐνης ἀπηλλαγμένην. Ταύτῃ τοι σαφῶς ὁ νόμος ὁδοιπορικὸν τοῖς ἐσθίουσιν ἀπονέμει τὸ σχῆμα, ὡς ὅσον οὐδέπω μετοιχησομένοις εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα· χρῆναι γὰρ ἔγωγέ φημι, καθάπερ ἔφην ἀρτίως, τῷ τοιῷδε διαπρέπειν σκοπῷ τοὺς καθαρῶς ἑορτάζοντας, καὶ εἰς ἑνότητα

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
