# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.772

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.772

μον ἁπλῶς ἱέντες ἠχὴν, ἀλλ' ἑορτάζειν ὑμᾶς ἀναπείθοντες τοῖς καθήκουσι λογισμοῖς, ὡς ἂν εὖ ἔχοι τὸ χρῆμα· δρῷτε ὀρθῶς καὶ ἀνεπιπλήκτως, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. βʹ. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Λουκᾶς ἐν ἰδίαις συγγραφαῖς· «Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, ὑπαντήσει ὑμᾶς ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. Ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον, ἐκεῖ ἑτοιμάσατε.» Ἀκούεις ὅπως τοῖς τῆς θεότητος ὀφθαλμοῖς ὅποι ποτὲ ἄρα καταλύειν ἄξιον, εὖ μάλα διερευνώμενος, ἀνώγαιον ἔφη καταδειχθήσεσθαι τοῖς ἁγίοις ἀποστόλοις μέγα τε καὶ ἐστρωμένον, καὶ ποδηγὸν εἰς τοῦτο ποιεῖσθαι προστέταχε τὸν τῷ κεραμίῳ κατηχθισμένον, εἰσκομίζοντά τε τὸ ὕδωρ τῷ τῆς ἑστίας δεσπότῃ; Ἴθι δὴ γοῦν ὡς δι' ἰσχνῶν ἐννοιῶν ἐπὶ τὰ ἔτι μείζω καὶ νοητά. Καὶ εἴπερ τῳ σκοπὸς αὐτὸν ἔχειν εἰς νοῦν ἐνοικισθέντα, καὶ ἐνηυλισμένον, καὶ συνεορτάζοντα τὸν Χριστὸν, καταπλουτοῦντι τῷ τέως τὴν δι' ὕδατος κάθαρσιν, ἀπονιζέτω τὴν ἁμαρτίαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῶν ἀρχαίων αἰνιγμάτων ἀποτριβέσθω τοὺς μολυσμούς. Οὕτω γάρ που Θεὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φησί· «Λούσασθε καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Χρῆναι γὰρ ἔγωγέ φημι προεκθλίβεσθαι μὲν ὥσπερ τῶν ἡμετέρων διανοιῶν τὸν ἐκ φαυλότητος ῥύπον· εἰσοικίζεσθαι δὲ οὕτω λοιπὸν τὴν εὐκλεᾶ καὶ ἀξιόληπτον ἀρετὴν, ἧς ἂν γένοιτο τὸ ἰσοστατοῦν οὐδὲν παρά γε τοῖς ἀρτίοις τὴν φρένα, καὶ ἀποκρίνειν εἰδόσι τοῦ πεφυκότος ἀδικεῖν τὸ μὴ οὕτως ἔχον. Ὥσπερ γὰρ, οἶμαι, πάντη τε καὶ πάντως, ἀσυνύπαρκτα μὲν ἀλλήλοις ἐν ἐνὶ κατὰ ταυτὸν τὰ τῇ φύσει μαχόμενα· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον, εἰ δὲ ἀναιροῖτο τὸ ἕν, θατέρῳ δὴ πάντως ἀνήσει τὴν εἰσδρομήν· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, φαυλότης τε καὶ ἀρετὴ, μαχομένην ἔχουσαι τὴν ἐν ἔργοις ποιότητα, πλείστῃ τε ὅσῃ διαφορᾷ διεσχινισμέναι, πῶς ἂν εἰς ἕνα χωρήσειαν νοῦν; εἶτα

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
