Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.777
Not analysed yet
τοῖς οὖσιν ἐν αἵματι, καὶ σαρκὶ, τουτέστιν ἡμῖν. Καὶ εἰ γέγονε καθ' ἡμᾶς, πῶς ἦν ἀκόλουθον τὴν ἀνθρωπίνην αὐτὸν ἀτιμάσαι γέννησιν; Ἐσκήνωσε γὰρ ἐν ἡμῖν σαρκὶ καὶ αἵματι θεοπρεπῶς τε καὶ ἀῤῥήτως, τὴν ἰδίαν φύσιν οἱονεί πως ἀνακιρνάς. Αὕτη γὰρ ἡ τοῦ Λόγου θεότης, εἰ δὴ νοοῖτο μόνη καὶ καθ' ἑαυτὴν, ἀποχρῶσαν ἔχει τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν· Καθικομένη γε μὴν οἰκονομικῶς εἰς ἕνωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ ἀναπλεχθεῖσα σαρκὶ, ἤγουν τῇ καθ' ἡμᾶς φύσει, τελείως ἐχούσῃ κατὰ τὸν ἴδιον λόγον, τότε δὴ, τότε δίχα μώμου παντὸς, καὶ ἀδικουμένη παντελῶς οὐδὲ[ν] εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ, καὶ τὴν καθ' ἡμᾶς γέννησιν παραδέξεται· οὐχ ὡς εἰς ἀρχὰς τοῦ εἶναι καλουμένη ποθὲν (ἦν γὰρ ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· καὶ χρόνου παντὸς πρεσβυτέραν ἔχει τὴν ὕπαρξιν), ἀλλὰ τοῖς τῆς ἀνθρωπότητος νόμοις, διὰ τῶν ἰδίων ἔρχεσθαι λόγων ἐφιεῖσα σοφῶς. Ὥσπερ γὰρ ἰδία γέγονε τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου ἡ ἐκ τῆς ἁγίας Παρθένου τιμία τε καὶ πάναγνος σὰρξ, οὕτω καὶ πάντα πρέποντα τῇ σαρκὶ δίχα μόνης ἁμαρτίας. Πρέποι δ' ἂν μάλιστα σαρκὶ, καὶ πρό γε τῶν ἄλλων ἡ διὰ μητρὸς ἀπόταξις. Οὐκοῦν θεότης μὲν αὐτὴ καθ' ἑαυτὴν, εἰ ἔξω νοοῖτο σαρκὸς, ἀμήτωρ ἔσται, καὶ μάλα ὀρθῶς. γʹ. Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ Χριστὸν, ἕτερος ἂν γένοιτο καὶ λίαν ἰσχνὸς ὁ ἐπὶ τῷδε λόγος. Οἰησόμεθα γὰρ, ὀρθὰ φρονεῖν ᾑρημένοι, καὶ ἀπλανεστάτην ἰόντες τρίβον, οὐ θεότητα γυμνὴν, ἐνηνθρωπηκότα δὲ μᾶλλον καὶ ἑνωθέντα σαρκὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἀποτεκεῖν τὴν Παρθένον, παραληφθεῖσαν εἰς ὑπουργίαν τοῦ γεννῆσαι σαρκικῶς τὸν ἑνωθέντα σαρκί. Θεὸν οὖν ἄρα λοιπὸν ὁ Ἐμμανουήλ· μήτηρ δ' ἂν λέγοιτο Θεοῦ καὶ ἡ τεκοῦσα σαρκικῶς τὸν ἐν σαρκὶ δι' ἡμᾶς πεφηνότα Θεόν. Καὶ τὸ βρέφος ἦν οὐ καθ' ἡμᾶς, τουτέστιν, οὐκ ἐν ψιλῇ καὶ μόνῃ τῇ πρὸς ἡμᾶς ὁμοιότητι· ἀλλ' ἐν ἀνθρωπότητι μὲν, διὰ τὴν σάρκα· θεῖον δὲ, ὡς ὑπὲρ ἡμᾶς καὶ ἐξ οὐρανοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Ὁ πρῶτος, φησὶν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ἐξ οὐρανοῦ.» Καὶ μὴν ὁ μακάριος προφήτης Ἡσαΐας, ὡς ἐν ὁράσει προφητικῇ τὴν τοῦ μυστηρίου δύναμιν ἐπαιδεύετο, Αὐτὸν γάρ φησι τεθεᾶσθαι τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἐν τῇ ἁγίᾳ Παρθένῳ, μονονουχὶ καὶ ποιούμενον τοῦ θείου βρέφους τὴν καταβολήν. Καὶ ἐσχημάτισται μὲν ἀνθρωπίνως ὁ τῆς ὁράσεως τρόπος, νοεῖταί γε μὴν ἑτεροίως καὶ θεοπρεπῶς. Τὸ γάρ τοι θεῖον οὐ καθ' ἡμᾶς. Ἔφη δὲ οὕτως· «Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ νόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ἐποίησα πιστοὺς ἀν-