# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.780

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.780

θρώπους, τόν γε Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» Καινὸς μὲν οὖν καὶ μέγας ὁ τόμος, ὅτι καὶ αὐτὸ καινὸν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογουμένως μέγα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Πλὴν ἀνθρώπου γραφίδι γράφεται· δεῖται μὲν γὰρ ὁ περὶ τῆς θεότητος λόγος, εἰ γυμνὴ νοοῖτο πάλιν καὶ καθ' ἑαυτὴν καὶ ἔξω σαρκὸς, ἥκιστα μὲν τοῦ ἐν ἡμῖν ὄντος λόγου φράζειν οὐκ εἰδότα τὰ ὑπὲρ νοῦν, οὔτε μὴν οὔτε διατρανοῦν τὰ παντὸς ἐπέκεινα λόγου. «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῇ καθ' ἡμᾶς γραφίδι γράφεται τὰ περὶ αὐτοῦ. Πλὴν ἐκεῖνο δὴ πάλιν, φέρε δὴ, φέρε καταθρήσωμεν. Προστεταχὼς γὰρ τῷ προφήτῃ Θεὸς, λαβεῖν τε τὸν νόμον καὶ γράψαι γραφίδι τῇ καθ' ἡμᾶς τὰ ἐν αὐτῷ, προσῆλθε πρὸς τὴν προφῆτιν. Καὶ τί τὸ «προσῆλθεν» ἐστὶν, ἀντὶ τοῦ τὸν συνόδου νόμον ἐσχηματίζετο. Προφῆτιν δὲ τὴν ἁγίαν ἀποκαλεῖ Παρθένον· προεφήτευσε γὰρ κυοφοροῦσα Χριστόν. Εἶτά φησι· «Καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν,» ᾧ καὶ ὁ νόμος τίθησι, οὐχ ὡς ἀνθρώπῳ πάλιν ἰδικὸν, ἀλλ' ἐκ τῶν κατορθωμάτων ὡς Θεῷ. «Κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.» Γεννηθὲν γὰρ εὐθὺς τὸ βρέφος τὸ θεῖον καὶ ὑπερκόσμιον, ἦν μὲν ἐν σπαργάνοις, ὅτι καὶ ἐν κόλπῳ μητρὸς διὰ τὸ ἀνθρώπινον· ἐπειδὴ δὲ ἦν πρὸς τοῦτο καὶ φύσει Θεὸς, ἀπόῤῥητος δύναμις προενόμευσεν εὐθὺς τὰ σκεύη τοῦ Σατανᾶ. Ἀφίκοντο γὰρ ἐξ Ἀνατολῆς οἱ μάγοι, ζητοῦντες αὐτὸν καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν.» Οὐκοῦν θεία μὲν ἡ γέννησις, εἰ καὶ ἀνθρωπίνως ἐπράττετο διὰ τὸ ἀνθρώπινον· Θεὸς δὲ κατὰ φύσιν ὁ Ἐμμανουὴλ, καὶ αὐτοῦ τὰ σπάργανα, συνεχομένου μὲν ἀνθρωπίνως, ἀναπιμπλάντος δὲ θεϊκῶς τῆς ἰδίας ὑπεροχῆς οὐρανὸν καὶ γῆν καὶ τὰ κατωτέρω, καὶ πάντα συνέχοντος τὰ δι' αὐτοῦ γεγονότα πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι. κἂν ἀκούσῃς ὅτι προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, μὴ σοφὸν ἐξ ἐπιδόσεως γενέσθαι νομίσῃς τὸν τοῦ Θεοῦ Λόγον. Διαμέμνησο δὲ μᾶλλον γεγραφότος ὡδί που τοῦ θεσπεσίου Παύλου· «Χριστὸς, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Μηδ' αὖ ἐκεῖνο φληνάφως τολμήσῃς εἰπεῖν, ὅτι τὸ «προκόπτειν ἐν ἡλικίᾳ τε καὶ σοφίᾳ καὶ χάριτι,» τῷ ἀνθρώπῳ προσάψομεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἕτερον οὐδὲν, ἢ διελεῖν εἰς δύο τὸν ἕνα Χριστόν· ἀλλ', ὥσπερ ἔφην ἀρτίως, προαιώνιος ὢν ὁ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
