# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.781.1

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.781.1

Υἱὸς, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς εἰς Υἱὸν ὡρίσθαι λέγεται Θεοῦ, τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος οἰκονομικῶς. Οὕτω καὶ ὑπάρχων σοφία τοῦ γεγεννηκότος, προκόπτειν ἐν σοφίᾳ λέγεται, καίτοι παντέλειος ὢν ὡς Θεὸς, τὰ τῆς ἀνθρωπότητος ἴδια, διὰ τὴν εἰς ἄκρον ἕνωσιν εἰς ἑαυτὸν εἰκότως ἀναλαβών. Ἀλλ' ἴσως ἐρεῖ τις· Εἶτα πῶς κεχώρηκεν ἡ ἀνθρώπου φύσις τῆς ἀποῤῥήτου θεότητος τὴν ἰσχύν; Καίτοι Θεοῦ φύσιν ἀκούω λέγοντος ἐναργῶς τῷ μακαρίῳ Μωσῇ, ὅτι «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Εἰ δὲ ἄτλητος ἡ θέα, καὶ [ἀ]δύσοιστον ἔχει τὴν προσβολὴν, ποῖον ἂν ἔχοι λόγον ἡ σύνοδος; Ἐγὼ δὲ πρὸς τοῦτο φαίην ἂν, ὅτι καὶ πέρα λόγου τὸ θαῦμα, καὶ ταῖς καθ' ἡμᾶς ἐννοίαις οὐχ ἁλώσιμος τῆς εἰς ἅπαν οἰκονομίας ὁ τρόπος. Πλὴν σοφῶς ἐπράττετο, Θεοῦ τὴν ἰδίαν φύσιν καὶ τοῖς ἄγαν ἀσθενεστάτοις οἰστὴν ἀποφαίνοντος. Καὶ γοῦν τὸ σεπτὸν δὴ τοῦτο καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον ὁ τῶν ὅλων Θεὸς φανερὸν ἐποίει τῷ πανσόφῳ Μωσῇ, παραδείγματι χρώμενος σαφεῖ καὶ ἐναργεστάτῳ. Τίς δ' ἂν νοοῖτο καὶ ὁ τοῦδε τρόπος, αὐτὸ διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει δὲ οὕτω· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιάμ· καὶ ἤγαγε τὰ πρόβατα ἐπὶ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τῆς βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί· ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δ' εἶδε ὁ Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ὃν σὺ ἔστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ.» Ἀπρόσιτον μὲν οὖν ἀποφαίνει τὴν προσβολὴν, καὶ αὐτῷ δὴ τότε τῷ μακαρίῳ Μωσῇ κατασημαίνων, ὅτι ταῖς τοῦ νόμου παιδαγωγίαις, καὶ ταῖς διὰ τύπων σκιαῖς, εἰ ἀποχρῷτό τις, οὐκ ἂν ἐγγὺς γένοιτο τοῦ Χριστοῦ. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον· Πῦρ ἦν ὁρώμενον ἐν τῷ βάτῳ, καὶ φωνὴν ἠφίει λέγων· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου.» Οὐκοῦν αὐτὸς ἦν ὁ Κύριος ἐν εἴδει πυρός· καταδραττόμενος μὲν τοῦ φυτοῦ, καὶ ὅλον ἐξ ὅλου διέπων, καταπιμπρὰς δὲ οὐδαμῶς. Καίτοι πῶς οὐ πέρα λόγου παντὸς τὸ δρώμενον ἦν, τὴν οὕτω λεπτὴν καὶ εὐκατάπρηστον ὕλην, τῆς τοῦ πυρὸς ἀλογίσαι προσβολῆς; Μᾶλλον δὲ πῶς οὐκ ἂν ἀγάσαιτό τις τὴν τῆς φλογὸς ἡμερότητα, φειδομένην ὁρῶν τοῦ βάτου; Ἀλλ' ἦν ὁ τύπος, ὡς ἔφην, εἰς παράδειγμα σαφὲς τοῦ μυστηρίου τοῦ κατὰ Χριστόν. Ὥσπερ γὰρ γέγονεν οἰστὸν τῷ θάμνῳ τὸ πῦρ, οὕτω καὶ τῇ καθ' ἡμᾶς φύσει τῆς θεότητος ἡ ὑπεροχή. Οὐκοῦν ὅσον μὲν ἦκεν εἰς νοῦν τε

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
