# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.784

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.784

καὶ λόγους τοὺς ἐν ἡμῖν, ἀσύμβατα μὲν ἀλλήλοις εἶεν ἂν εἰκότως εἰς ἑνότητα φυσικὴν, θεότης καὶ ἀνθρωπότης. Συνέβη δ' οὖν ὅμως, ὡς ἔν γε Χριστῷ, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Ἐμμανουήλ. Ὁ δὲ δὴ τιθεὶς ἀνὰ μέρος, καὶ ἄνθρωπον ἡμῖν ἀνιστὰς, καὶ υἱὸν ἕτερον ἰδικῶς, παρὰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, οὐ συνίστησιν ἀκριβῶς τοῦ μυστηρίου τὸ βάθος. Οὐ γὰρ ἀνθρώπῳ λελατρεύκαμεν, καὶ προσκυνεῖν ἐγνώκαμεν μυσταγωγούντων ἁγίων· Θεῷ δὲ μᾶλλον, ὡς ἔφην, ἐνηνθρωπηκότι, καὶ ὡς ἓν νοουμένῳ μετὰ τοῦ ἰδίου σώματος τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ. Ταύτῃτοι καὶ βασιλέα φαμὲν ἀναδεδεῖχθαι πάλιν ἐφ' ἡμᾶς τὸν Ἐμμανουήλ. Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς προφητῶν ἐποιεῖτο τὴν ἀνάῤῥησιν, αὐτοῦ τε πέρι καὶ τῶν ἁγίων ἀποστόλων, εἰπών· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Αὐτός γε μὴν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Καὶ μὴν καὶ τῆς ὑπ' αὐτοῦ βασιλείας τὸν ζυγὸν ὑποτρέχειν ἐκέλευε, προστιθεὶς ἐναργῶς· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ἀλλ' εἴπερ ἐστὶ βασιλεὺς, αὐτὸ δὴ τοῦτο ψιλὸς καθ' ἡμᾶς νοούμενος ἄνθρωπος, καὶ οὐχὶ δὴ μᾶλλον τῇ καθ' ἡμᾶς φύσει συμβεβηκὼς εἰς ἕνωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδέν τι μᾶλλον τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων. Καίτοι κεκαινουργῆσθαι λεγόμενα πρὸς τὸ ἀσυγκρίτως ὑπερκείμενον, διά τοι τὸ βασιλεῦσαι Χριστὸν ἐφ' ἡμᾶς. δʹ. Ἕστι δὲ ἐφ' ἡμῖν τοιόνδε τι πάλιν· Βεβασίλευκε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ προφητῶν ἁγίων. Προκέχριστο δὲ εἰς τοῦτο, καὶ πρὸ τῶν ἄλλων ὁ θεσπέσιος Μωσῆς· εἶτα μετ' ἐκεῖνον οἱ καθεξῆς. Διέποντος δὲ τὴν οἰκονομίαν τοῦ ἁγίου Σαμουὴλ, πρὸς ἀπονοίας ἐκτόπους ὠλισθηκότες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας, οὐκ οἶδ' ὅπως, ὀλιγωρήσαντες, προσῄεσαν λέγοντες· «Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα τοῦ δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. Καὶ κατεπικραίνετο μὲν ὁ προφήτης ἐν τούτῳ λίαν. Εἶπε δὲ Κύριος πρὸς αὐτόν· Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλήσωσι πρὸς σέ· ὅτι οὐ σὲ ἐξουθενήκασι, ἀλλ' ἢ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν.» Ἀνεδείκνυτο δὲ οὕτως ὁ Σαοὺλ, περὶ οὗ φησιν ἐν προφήταις ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.» Ἔστι τοίνυν οὐδαμόθεν ἀμφιβάλλειν, ὡς ἐν ὀργῇ δέδοται βασιλεὺς, ἄνθρωπος ὢν ὁ Σαοὺλ, τοῖς τὴν ὑπ' αὐτῶν τῷ τῶν ὅλων Θεῷ βασιλείαν διωθουμένοις. Ἀσυγκρίτως γὰρ ἄμεινον τὸ αὐτῷ μᾶλλον ἐπείγεσθαι κατεζεῦχθαι Θεῷ. Ἀλλ' εἴπερ ἐστὶ καθ'

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
