Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.785
Not analysed yet
ἡμᾶς ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος, δέδοται δὲ βασιλεὺς, καὶ κεκράτηκε τῶν ἐπὶ τῆς γῆς· ἆρα τίς εἰς τοῦτο ληρίας καθίκοιτο ἂν, ὡς οἴεσθαι καὶ εἰπεῖν, ὅτι καὶ αὐτὸς βεβασίλευκεν ὡς ἐν ὀργῇ τοῦ Θεοῦ καὶ Πατρός· καὶ ἐπειδήπερ ἐσμὲν ἐν προσκρούσει καὶ ἁμαρτίαις, ὑπέθηκε καὶ ἡμᾶς τοῖς ἀνθρώπου ζυγοῖς; Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις, ὡς ἁπάσης ἁμαρτίας ἀπηλλάγμεθα διὰ τῆς πίστεως; Πῶς οὖν ἔτι λυπεῖται Θεός; πῶς ἔτι κολάζει τοῖς ἐξ ὀργῆς κινήμασι τοὺς ἡγιασμένους; Ἀλλ' ἔγωγε φαίην ἂν, ὅτι καὶ ἁμαρτιῶν ἀπηλλάγμεθα, καὶ τοῖς ἐκ θείας ἡμερότητος ἀγαθοῖς καταμεθύει τὰ καθ' ἡμᾶς. Οὐκοῦν οὐκ ἄνθρωπος βεβασίλευκεν ἐφ' ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπότητι πεφηνὼς, ὁ Υἱὸς, οὔτε τῶν ἰδίων ἀξιωμάτων ἐκβεβηκὼς τὴν δόξαν διὰ τὸ ἀνθρώπινον, οὔτε μὴν τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἀτιμάζων οἰκονομικῶς. Ἄλλως τε (χρῆναι γὰρ οἶμαι κἀκεῖνο ἰδεῖν), εἰ κατηγοροῦνταί τινες τῶν πεπλανημένων, καὶ εἰσὶν ἐν τῷ διαβεβλῆσθαι λίαν, «ὡς ἀλλάξαντες τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου·» παραιτητέον εὖ μάλα καὶ ἡμῖν αὐτοῖς, τὸ ἐν ψιλῇ καὶ μόνῃ τῇ καθ' ἡμᾶς φύσει καταλογίζεσθαι τὸν Χριστόν· ἀδιάσπαστον δὲ τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τῇ ἀνθρωπείᾳ φυλάττομεν φύσει, ἵν' ὡς Θεὸς προσκυνῆται λοιπὸν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἄνω πνευμάτων. Καὶ εἰ παγχάλεπον ἀληθῶς τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τετάγμεθα δὲ λατρεύειν Χριστῷ, ἀνωτέρω κτιστῆς νοοῖτο φύσεως ὡς Θεὸς, κἂν εἰ ἐκτίσθαι νοοῖτο διὰ τὸ ἀνθρώπινον. Ταύτην ἐφ' ἑαυτῷ κρατύνων τὴν δόξαν, τοῖς ἀπειθεῖν ἑλομένοις ἐπεφώνει ποτὲ, μονονουχὶ καὶ νωθείαν ἐγκαλῶν. «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦσαν γὰρ, ἦσαν τῶν ἀσυνέτων τινὲς, οἱ σμικρὰ περὶ αὐτοῦ διὰ τὴν σάρκα φρονοῦντες, κατεξανιστάμενοί τε φληνάφως, καὶ κυνηδὸν ἐπιτρέχοντες, προφασιζόμενοί τε προφάσεις ἐν ἁμαρτίαις, ἐπαιτιωμένῳ τε λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Ἡμεῖς δὲ ταῖς τῶν ἐκεῖνα πεφρονηκότων ἀβελτηρίαις ἐῤῥῶσθαι φράσαντες, μακραῖς καὶ ἀκαταλήκτοις εὐφημίαις καταγεραίρομεν, καὶ τῆς Φαρισαίων σκαιότητος τὰ ἀμείνω φρονεῖν ἐγνωκότες, ἐροῦμεν αὐτῷ· Περὶ καλοῦ ἔργου καταπεπλήγμεθά σε, ὅτι Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος. Καὶ διὰ ποίαν αἰτίαν; Ἐπειδὴ γάρ ἐστι ζωὴ κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον σῶμα ἐποιήσατο τὸ φθείρεσθαι πεφυκὸς, ἵνα τῆς ἐν αὐτῷ νεκρότητος παραλύσας τὴν δύναμιν, μεταστοιχειώσῃ πρὸς ἀφθαρσίαν. Ὥσπερ γὰρ ὁ σίδηρος ταῖς ἀκμαιοτάταις τοῦ πυρὸς ὁμιλήσας προσβολαῖς, πρὸς ἰδέαν εὐθὺς τὴν ἐκείνου μεταχρώννυται, καὶ τὴν τοῦ νικῶντος ὠδίνει δύναμιν· οὕτω καὶ ἡ τῆς σαρκὸς