Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.801
Not analysed yet
δὲ, οἷμαι, φιλοτίμων αὐτῇ λόγων, καὶ γλώττης ἐχούσης δεξιῶς, εἴς γε τὸ δύνασθαι διαρθροῦν καὶ τὰ ὑπὲρ λόγον, Ἐγὼ δὲ πρὸς τοῦτο καίτοι λίαν ἀνικάνως ἔχων, ἥκω πάλιν εἰ ὑμᾶς, ἐρῶν τὰ ἐξ ἀγαθῶν ἐννοιῶν εὑρήματα. Συγγνώμονας δὲ τοὺς ἀκροωμένους γενέσθαι πρέπει. Ἔστι γὰρ ἡμῖν οὐκ ἐπίδειξις εὐγλωττίας τὸ χρῆμά ποθεν, ἀλλ' εἰσήγησις ἀναγκαία, καὶ τῷ τῆς ἁγίας ἡμῶν ἐορτῆς πρέπουσα καιρῷ. αʹ. Ἀναλάμπει πάλιν τῆς ἁγίας ἑορτῆς ἡμῶν ὁ καιρός. Ἡμᾶς δὲ ἀνάγκη διαμεμνῆσθαι λέγοντος τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» Ἐπιμαρτυρώμεθα τοίνυν, ἑστηκέναι λέγοντες τὸν καιρὸν, καθ' ὃν προσῆκεν ἡμᾶς ταῖς ἁγίοις πρεπούσαις ἐπιεικείαις εὖ μάλα κατασεμνύνεσθαι, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταπλουτεῖν τὰ αὐχήματα. Δεῖ δὲ, οἶμαι, τοὺς τῶν καλλίστων εἰσηγητὰς ἡγεῖσθαι σεπτούς. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης, λέγων· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. «Καὶ οὐ δήπου πάντως τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα, καὶ ὅσα τοῖς γηΐνοις ἡμῶν σώμασιν εἰς τρυφὰς ὑπηρετεῖ, ἐκεῖνα δὲ μᾶλλον, ἃ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν κατώρθωται χάριτος, καὶ τρισμακαρίους ἀποφαίνει τοὺς εἰληφότας, καὶ παθῶν ἀμείνους ψυχικῶν τε ἅμα καὶ σωματικῶν ὁρᾶσθαι ποιεῖ. «Αἱρετώτερον γὰρ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,» καθά φησιν ὁ Σολομών. Τοῖς μὲν οὖν ἐπιεικέσιν οὐδεὶς ἂν γένοιτο καιρὸς, καθ' ὃν οὐ προσῆκεν αὐτοὺς ὁρᾶσθαι τοιούτους. Εἰ δὲ δὴ προκέοιτο καὶ τὸ δεῖν ἐθελοντὰς τοὺς ὑπέρ γε τῆς ἀρετῆς ἱδρῶτας ὑπενεγκεῖν, τότε δὴ, τότε πέρα μὲν ὄκνου παντὸς τὴν διάνοιαν στήσαντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων εὖ μάλα διᾴττοντες, τρυφὴν ἡγοῦνται τοὺς πόνους, τῇ τῶν ἐσομένων ἀγαθὼν ἐλπίδι πρὸς εὐθυμίαν τρεφόμενοι. Γηπόνοι μὲν γὰρ εἴπερ τινὲς εἶεν τληπαθεῖς τε καὶ φιλεργέστατοι, καιροῦ παραθήγοντος ἐπὶ τὸ χρῆναι ἀροῦν τὴν γῆν, καὶ μὴν καὶ τὰς τῶν σπερμάτων ποιεῖσθαι καταβολὰς, καίτοι πλείστου τε ὅσου καὶ μακροῦ παρεισβάλλοντος πόνου τῆς τῶν ἀγρῶν εὐκαρπίας, παρ' οὐδὲν τὸ χρῆμα ποιεῖσθαι σπουδάζωσι, καὶ μάλα εὐφρόνως. Ὑπάγει μὲν γὰρ τῇ ζεύγλῃ τὸν βοῦν, ἀλλ' ὁρᾷ τοῖς ἀστάχυσι κομῶσαν τὴν ἄρουραν. Καὶ ἐνίησι μὲν τῇ βώλῳ τὸν κόκκον, ἐπιγάννυται δὲ τοῖς ἀμῶσι, καὶ τοῖς τῆς ἐλπίδος ὄμμασι πίπτον ἤδη σιδήρῳ θαυμάζει τὸ λήϊον, καὶ πλήρη τὴν ἅλω φαντάζεται. Ὅ γε μὴν ἑτοίμως ναυτίλλεσθαι πεφυκὼς, καὶ τεχνίτης τὰ ἐμπορικὰ, εἰ δὴ θεάσαιτο τοῖς ἠρινοῖς πνεύμασι γελῶσαν τὴν θάλασσαν, οὐκ ἀνέχεται μελλησμῶν· θαρσεῖ τὸν ἀπόπλουν, καὶ οὐκ ἠγνόηκε μὲν ὅτι κυμάτων ἀνέξεται, καὶ τῆς τῶν πνευμάτων ἀγρίας ἐμβολῆς ἔσθ' ὅτε. Δέδιε δὲ