# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.804

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.804

ταυτὶ κατ' οὐδένα τρόπον, κερδῶν ἕνεκα καὶ πλεονασμῶν. Εἶναι δέ φημι τῶν ἄγαν αἰσχρῶν, τοὺς μὲν ἐπὶ πράγμασι φθαρτοῖς καὶ γηΐνοις παντὸς μὲν ἱδρῶτος βούλεσθαι κατευμεγεθεῖν, ἡμᾶς δὲ τὰ θεῖα καὶ ὑπὲρ νοῦν κερδαίνοντας, μὴ οὐχὶ τροφῆς ἡγεῖσθαι καιρὸν, τὸν πρὸ τῆς ἁγίας ἡμῶν ἑορτῆς· ἣ σιτίων μὲν καὶ ποτῶν ἐξίστησι περιττῶν, ἐμπίπλησι δὲ χαρισμάτων πνευματικῶν. Οὐκοῦν εἰς ἀνδρίαν ἡμᾶς παραθήγοντος τοῦ καιροῦ, μαλακιζέσθω μηδεὶς, ἴτω δὲ μᾶλλον ἑτοίμως ἐφ' ὅπερ ἂν ἕλοιτο Θεός. Οἶμαι δὲ δεῖν ἐκεῖνο πάλιν εἰπεῖν, τὸ διὰ φωνῆς Ἱερεμίου· «Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, προσαγάγετε εἰς πόλεμον, ἐπεισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προβάλλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.» Χρὴ γὰρ ἡμᾶς ἀντανίστασθαι φιλεῖν, καὶ μάλα νεανικῶς, ταῖς εἰς φαυλότητα καλούσαις ἡδοναῖς, καὶ ταῖς τοῦ πνεύματος παντευχίαις ἐνηρμοσμένους καταστρατεύεσθαι τῶν παθῶν. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ἀλλὰ κρατούσης μὲν τῆς σαρκὸς, αἰσχρός τε καὶ ἀσελγὴς ὁ νενικημένος, καὶ βορβόρου παντὸς μιαρώτερος· ἡττωμένης δὲ καὶ παραχωρούσης τῷ πνεύματι, λαμπροί τε καὶ ἀξιέραστοι τοῖς νικῶσιν οἱ στέφανοι· ἔσονται γὰρ εὐθὺς μώμου τε ἀμείνους, καὶ φαυλότητος ἀπωτάτω, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασι διαπρέποντες. Δεῖ δὲ, οἶμαι, παντὶ σθένει χρωμένους, ἀπαλλάττεσθαι μὲν ἀεὶ τοῦ κακοῦν εἰωθότος, καὶ ἀποσπουδάζειν τὰ πονηρὰ, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τεθαυμασμένων. Τὴν μὲν γὰρ τοῦ σώματος εὐρωστίαν, ὡς ἔστι τριπόθητος ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Κἂν εἰ γένοιτό τις τοῦ νοσεῖν ἀφορμὴ, μετάπεμπτον εὐθὺς ποιεῖσθαι σπουδάζομεν τὸν ἀπαλλάττειν εἰδότα, καὶ ταῖς τοῦ πάθους ἐπιβουλαῖς ἀντανιστάντα σοφῶς τὰ ἀπὸ τῆς τέχνης. Καὶ ταῖς εἰς γαστέρα τρυφαῖς ἐῤῥῶσθαι φράσαντες τὰς τῆς νόσου πηγὰς, οἱονεί πως ἐμφράττομεν, καὶ αὐτοῦ κατόπιν ἐρχόμενοι κόρου, καὶ ταῖς ὀλιγοσιτίαις τὸ λυποῦν ἀνακόπτοντες. Καὶ ὧδε μὲν ἡμῖν ἐσπούδασται τὰ περὶ τὴν σάρκα. Εἰ δὲ δὴ τὸ ἀσυγκρίτως ἄμεινον ὁρῷτο νοσοῦν, τουτέστι ψυχὴ, εἶτα τῆς ἐπανορθώσεως ζητοῖτο τρόπος, δρῷτο δὲ οὐχ ἑτέρως, πλὴν ὅτι δι' ἐγκρατείας· πῶς οὐκ ἄσμενοι παραδεξόμεθα τὴν νηστείαν, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς, καὶ τοῦ νοσεῖν ἐν ἀμείνοσι τὸ ἐῤῥῶσθαι πεποιήμεθα; Οὐκοῦν καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καθὰ γέγραπται· μεμνημένοι μὲν Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·» ἑνὸς δὲ τῶν ἁγίων μαθητῶν· «Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς.» Τεθαύμασται μὲν οὖν, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται τὸ ἑλέ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
