# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.812

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.812

μὲν γὰρ ἀνετείνοντο πρὸς λιτὰς, δυσάντητος ἦν τοῖς ἐπιοῦσιν ὁ Ἰσραήλ· εἰ δὲ δὴ καθῆντο, καὶ ἴσχυεν Ἀμαλήκ. Γράφει δὲ ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, ὅτι «Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.» Καὶ ἀπόχρη μὲν, ὥς γε οἶμαι, ταυτὶ πρὸς τὸ ἀποφῆναι δύνασθαι τῆς προσευχῆς τὴν ὄνησιν. Λυπεῖ δὲ οὐδὲν τὸ καὶ ἑτέρου πάλιν ἡμᾶς ἅψασθαι διηγήματος, ἀδελφὴν τοῖς εἰρημένοις ὠδίνοντος ἔννοιαν. Σεσάλευτό ποτε τῶν Ἰουδαίων ὁ νοῦς, εἰς τὸ δεῖν ἑλέσθαι λίθοις τε καὶ ξύλοις προσκυνεῖν· καὶ δὴ τὸν ἕνα καὶ φύσει παρέντες Θεὸν, ἕκαστοι τὸ δοκοῦν ἐποιοῦντο σέβας. Ἐπειδὴ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ἐφ' ἑαυτοῖς παραθήγοντες τὸν Δεσπότην, δέδονται τῶν ὁμόρων τισὶ, καὶ δεδουλεύκασιν ἐχθροῖς, ἁλούσης αὐτοῖς τῆς χώρας· τότε δὴ μόλις ταῖς τῶν συμφορῶν ὑπερβολαῖς οὐ μετρίως περιαλγήσαντες, καὶ τῆς ἑαυτῶν ἀνοσίου βουλῆς πλείστην ὅσην ποιούμενοι τὴν καταβολὴν, καὶ τὰ αἰσχίω μεταμανθάνοντες, τὸν ἐκ μετανοίας ἐζήτουν ἔλεον, προσῄεσάν τε τῷ μακαρίῳ προφήτῃ Σαμουήλ· ἤκουον λέγοντος εὐθύς· «Ἀθροίσατε πάντα ἄνδρα Ἰσραὴλ εἰς Μασηφὰθ, καὶ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον. Καὶ συνήχθη ὁ λαὸς εἰς Μασηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν, καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ εἶπαν· Ἡμαρτήκαμεν τῷ Κυρίῳ. Καὶ ἐδίκασε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασηφάθ.» Καὶ πάλιν· «Καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραὴλ, καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων. Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· Μὴ παρασιωπήσῃς ὑφ' ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ, καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος· καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. Καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πρὸς τοὺς ἀλλοφύλους· καὶ συνήχθησαν, καὶ ἔπεσον ἐνώπιον Ἰσραήλ.» Ὅτι μὲν οὖν χρῆμά τί ἐστιν οὐκ ἀκερδὲς, καὶ παρά γε τοῖς ἀρτίοις τὴν φρένα τεθαυμασμένον ἡ νηστεία, συνθεούσης αὐτῇ καὶ προσευχῆς, δέδεικται σαφῶς καὶ διὰ τῶν ἥδη προειρημένων, οὐχ ἥκιστα δὲ διὰ τοῦ παροισθέντος ἡμῖν ἀρτίως διηγήματος. Ἐπῄεσαν μὲν γὰρ οἱ πάλαι νικῶντες τὸν Ἰσραὴλ, αὐτίκα δὴ μάλα καὶ ἀμοχθεὶ, τοὺς ἀντεξάγειν ἐθέλοντας αἱρήσειν ὑπειληφότες. Ἀλλ' ἥττηνται καὶ πεπτώκασιν, οὐ πληθὺν εὑρόντες ἐμπειροπόλεμον, καὶ ἐν εἰδήσει τῶν τακτικῶν, οὐ πεζόμαχον ὁπλίτην, οὐ παράταξιν ἱππικὴν, ἄμαχον δὲ τὴν ἀντίστασιν ἐπικουροῦντος Θεοῦ· κατεβρόντησε γὰρ αὐτῶν δεινὸν καὶ ἐξαίσιον ὁ οὐρανὸς, καὶ οἱ μὲν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
