# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.816

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.816

καὶ «ἀπαρχὴ τῶν κεκοιμημένων» ὠνόμασται, καὶ «πρωτότοκος ἐκ νεκρῶν.» Καὶ τοῦτο αὐτὸ καταδεικνὺς τοῖς ἀρχαιοτέροις, ὁ θεσπέσιος Σαμουὴλ, ὅτε τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ἐποιεῖτο λιτὰς, οὐ μόνον αὐτοῖς ὡς ἐν σκιᾷ καὶ αἰνίγματι τὸν τῆς ἐνανθρωπήσεως τύπον ἐπλήρου διὰ τοῦ τὸ ὕδωρ ἐπιχέαι τῇ γῇ, ἀλλὰ γὰρ εὐθὺς προσετίθει τὸ λεῖπον, τουτέστι, τὴν ὑπὲρ παντὸς τοῦ κόσμου σφαγήν. «Ἔλαβε γὰρ, φησὶ, Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ Κυρίῳ. Καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.» Ἀκούεις ὅπως κατέθυσε τὸν ἀμνὸν, εἰς εἰκόνα καὶ τύπον τοῦ ἀληθινοῦ Θεοῦ; ὃν καὶ ὁ μακάριος Ἰωάννης μονονουχὶ καὶ χεῖρα προτείνων κατεδείκνυε λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Χριστὸς γάρ ἐστι τὸ ἄμωμον ἱερεῖον, οὗ τῷ τιμίῳ αἵματι σεσώσμεθά τε καὶ ἡγιάσμεθα. Οὕτως ἡμῖν τὸ ἐπ' αὐτῷ μυστήριον καὶ διὰ τοῦ πανσόφου Μωσέως προανατυποῦσθαι προστέταχεν ὁ Θεὸς καὶ Πατήρ. Ἐδούλευε μὲν γὰρ Αἰγυπτίοις ὁ Ἰσραήλ. Οἱ δὲ ἦσαν ἀμείλικτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπηνές· εἶτα κατωδύνων αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται, πηλῷ καὶ πλινθείᾳ, καὶ ταῖς ἐκ πόνων αἰκίαις καταφορτίζοντες. Ἐπειδὴ δὲ πεπραχότας αὐτοὺς ἀθλίως κατηλέει Θεός· εἶτα τῆς τῶν κρατούντων πλεονεξίας ἀπαλλάττειν ἤθελε, προστέταχε τῷ πανσόφῳ Μωσῇ προσλαλεῖν αὐτοῖς, ὅτι τε κατηλέηνται, καὶ ὅσον οὐδέ πω βαδιοῦνται πρὸς τὴν τοῖς πατράσιν ἐπηγγελμένην γῆν, τὸ τῆς ἀφορήτου δουλείας ἄχθος ἀποσεισάμενοι. Ἐπειδὴ δὲ ἦν εἰκὸς, τῆς εἰς τὰ ἀμείνω λοιπὸν ἐλπίδος ὠλισθηκότας, τὸν τοῦ Μωσέως αὐτοὺς μὴ προσηκοῦσθαι λόγον· θαυματουργεῖν ὁ τῶν ὅλων ἐκέλευε Θεός. Ἕλκον γὰρ ἀεί πώς ἐστι τὸ θαῦμα πρὸς πίστιν, καὶ οὐκ ἀνικάνως ἔχον ἀνενεγκεῖν εἰς ἐλπίδα τὴν ἐπ' ἀγαθοῖς καὶ νοῦν τὸν σφόδρα κατεῤῥιμμένον εἰς ἀκηδείας. Δύο δὲ προσεπιτάξας ἐπιδεῖξαι σημεῖα, προσετίθει, λέγων· «Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου· καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» εʹ. Πηγῇ μὲν γὰρ ἥ τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ παρεικάζεται φύσις, ποταμὸς δὲ καὶ ὕδωρ, ποτὲ μὲν ὁ Πατὴρ, ποτὲ δ' αὖ καὶ ὁ Υἱὸς, ἤτοι τὸ ἅγιον Πνεῦμα. Διὰ μὲν γὰρ τῆς Ἱερεμίου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ περὶ ἑαυτοῦ φησι· «Ἐξέστη

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
