Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.817
Not analysed yet
ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δύνανται ὕδωρ συνέχειν.» Αὐτός γε μὴν ὁ Υἱὸς περὶ ἑαυτοῦ φησι διὰ φωνῆς προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλινῶ ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Περὶ ἑαυτοῦ δὲ πάλιν ὁ θεσπέσιος Δαβὶδ, λύραν ἡμῖν ἀνακρούων τὴν πνευματικὴν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα φησίν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Αὐτός γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ ἐκ Πατρὸς δι' αὐτοῦ προχεόμενον Πνεῦμα ζωοποιὸν ὠνόμαζεν ὕδωρ, πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὰς διαλέξεις ποιούμενος. Ἔφη γάρ· «Εἰ εἴδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, οὐκ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν·» καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν. Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Οὐκοῦν ὡς ἀπὸ πηγῆς ἤτοι ποταμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ὕδωρ ἐστὶ τὸ ζωοποιοῦν ὁ Υἱός· ζωογονεῖ τὰ πάντα, καὶ «ἐν αὐτῷ ζῶμέν τε καὶ κινούμεθα, καὶ ἐσμέν.» Καὶ τοῦτο πάλιν ἡμῖν ὡς διὰ τύπων ἐμφαίνων, καὶ οἷον ἐκ μικρῶν ἔτι παραδειγμάτων γνώριμον καθίστη Θεὸς, οὕτω λέγων τῷ πανσόφῳ Μωσεῖ· «Καὶ λήψῃ ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς αὐτὸ ἐπὶ τὴν γῆν·» ποταμῷ μὲν γὰρ, ὡς ἔφην, παρεικαστέον εὖ μάλα τὴν τοῦ Πατρὸς φύσιν, ὕδατί γε μὴν τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον Υἱόν. Τοῦτο δὴ τὸ ὕδωρ τὸ ἐκ τοῦ ποταμοῦ μέμικται τῇ γῇ· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος» καθ' ἕνωσιν οἰκονομικήν. Ὅτι δὲ ἅπαξ γενόμενος ἄνθρωπος, πάντη τε καὶ πάντως ἔμελλεν ὑπὲρ ἡμῶν καὶ τεθνάναι σαρκικῶς, ὑπέφηνεν εἰπών· «Καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.» Σημαίνει δὲ ἡμῖν ἕτερον οὐδὲν ἐν τούτοις τὸ αἷμα, πλὴν ὅτι τὸν θάνατον. Ἕως μὲν γὰρ οὔπω σὰρξ ἦν ὁ Λόγος, οὐ γέγονεν αἷμα· θανάτου γὰρ ἐπέκεινα παντελῶς ἡ ζῶσά τε καὶ ζωοποιός ἐστι φύσις. Ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δὴ, τότε τὸν τῆς ἰδίας σαρκὸς οἰκειοῦται θάνατον, καὶ ὡς αὐτὸς ὑπὲρ ἡμῶν τε τεθνάναι λέγεται, αἵματί τε τῷ ἰδίῳ κατακτήσασθαι τὴν ὑπ' οὐρανὸν, ἰδίαν μὲν οὖσαν ἀεί· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν ὅλων δημιουργός· ἀποσκιρτήσασαν δὲ διὰ μέσου, διά τοι τὸ λίαν ἀπονεῦσαι πρὸς ἁμαρτίας, καὶ προσκυνεῖν ἑλέσθαι τῇ κτίσει, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Τὰ μὲν Ἑλλήνων ἐν τούτοις. Ἰουδαῖοι δὲ τὸ διὰ Μωσέως τεθεσπισμένον ὀλίγα πεφροντικότες, ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων,