# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.820

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.820

καὶ ᾗ φησιν ὁ θεσπέσιος Δαβίδ· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐπεφάνη μετὰ σαρκὸς, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» καθὰ γέγραπται, διεκήρυξέ τε τῷ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων, τὰ εἰς σωτηρίαν καὶ ζωήν· ἀλλ', ᾗ φησιν ὁ μακάριος Ἰωάννης, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Προσήκαντο γὰρ οὐδαμῶς τὸν τῶν ὅλων Σωτῆρα, διατετελέκασι δὲ μᾶλλον ἐμπαροινοῦντες αὐτῷ, καὶ πάντα τρόπον ἀνοσιότητος ἀγρίως ἐπιτηδεύοντες· καθήκοντο δὲ πρὸς τοῦτο μανίας, ὥστε καὶ σταυρῷ προσηλῶσαι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ νομίσαι δύνασθαι θανάτῳ νικᾷν τὸν θανάτου κρείττονα. Ἀνεβίω γὰρ τριήμερος κενώσας τὸν ᾄδην, καὶ τοῖς κάτω πνεύμασιν ἀνεὶς τοῦ θανάτου τὰς πύλας, ὁδὸς δὲ καὶ θύρα καὶ ἀπαρχὴ γεγονὼς τῇ ἀνθρώπου φύσει πρὸς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ ἔστιν ὁμόθρονος αὐτῷ, καὶ συγκατάρχει τῶν ὅλων· ἥξει δὲ κατὰ καιροὺς, «ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» καθὰ γέγραπται. Οὐκοῦν ἐπειδήπερ, καθά φησιν ὁ σοφώτατος Παῦλος, «τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·» νηστεύσωμεν καθαρῶς, πάντα τρόπον ἁμαρτίας παρωθούμενοι, καὶ πᾶν εἶδος ἀκαθαρσίας τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες· γινώμεθα δὲ πρὸς τούτοις χρηστοὶ, φιλάλληλοι, φιλοικτίρμονες, ἐλεοῦντες ὀρφανοὺς, ἐπαμύνοντες χήραις, τοῖς ἐν ἀῤῥωστίαις συγκαθιστάμενοι, τοῖς ἐν δεσμοῖς συναλγοῦντες, καὶ ἁπαξαπλῶς, πάντα τρόπον ἐπιεικείας ἀποπεραίνειν σπουδάζοντες. Οὕτω γὰρ, οὕτω λαμπρῷ καὶ θεοφιλεῖ διαπρέποντες βίῳ, καθαρῶς ἑορτάσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν ῥητόν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΘʹ. Πρόλογος. Ἐπὶ μικροῖς σιτίοις πολλοὺς καὶ μεγάλους τοὺς δαιτυμόνας συναγηγερμένους ὁρῶ· καὶ δέδια μὲν, οὐκ ἔχων ἀρκέσαι· πλὴν ἄγαμαι τῆς φιλομαθείας,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
