# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.821

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.821

καὶ τὸ ἡττᾶσθαι λόγων ὑμᾶς, κἂν εἰ μὴ γίνοιντο λαμπρῶς, ἐπαινέσας ἔχω. Ἐπειδὴ δὲ εἰσκέκλησθε, δότε δὴ, δότε συγγνώμην, εἰ καθ' ὑμᾶς οἱ λόγοι μὴ βασανίζοντες. αʹ. Ἐπὶ καιροῦ δὴ πάλιν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας τοῖς ἀρχαιοτέροις ὑμνούμενον, καὶ πρὸς ὑμᾶς αὐτοὺς παρ' ἡμῶν εἰρήσεται· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε ἐν φωνῇ ἀγαλλιάσεως,» τουτέστι, τὰς ἐπινικίους ᾠδὰς προσκομίζωμεν τῷ Χριστῷ. «Νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον,» καθάπερ ἀμέλει φησὶ αὐτὸς, καὶ «τεθριάμβευκεν ἀρχὰς, ἐξουσίας, κυριότητας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Οὕτω τε πάντας ἐξείλετο τῆς ἐκείνων σκαιότητος, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπήλλαξε, «προσηλώσας τῷ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον·» ἵν' ἐπ' αὐτῷ δὴ τούτῳ χαίροντες, λέγωμεν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾄδη, τὸ νίκος; Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Ἐξῃρήμεθα δὲ διὰ Χριστοῦ καὶ τῆς ἐν νόμῳ ποινῆς. Καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· «Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης, «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» αἵματι τῷ ἰδίῳ κατακτώμενος τὴν ὑπ' οὐρανὸν, «ἵν' οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ζήσομεν δὲ αὐτῷ, τὰ αὐτῷ θυμήρη φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακότες, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι κατακολουθεῖν ᾑρημένοι. Καιρὸς μὲν οὖν ἅπας τοῖς τῶν ἀρίστων ἐπιτηδευμάτων ἐπιμεληταῖς πρέπων τε καὶ ἐπιτήδειος εἴη ἂν, καθάπερ ἐγᾦμαι, πρός γε τὸ δύνασθαι πληροῦν τὴν σωτήριον ἐντολὴν, μάλιστα δὲ ὁ παρών· μονονουχὶ γὰρ διακέκραγε τὸ διὰ τῆς προφήτου φωνῆς· «Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκε τρυγητός· εἰσπορεύεσθε, πατηταὶ, διότι πλήρης ἡ ληνὸς, ὑπερχεῖται τὰ ὑπολήνια.» Δεῖν γὰρ ἔγωγέ φημι καὶ λίαν ἐσπουδασμένως ἐπιδράττεσθαι τῶν καιρῶν τοὺς, οἵπερ ἂν εἶεν τῶν πρακτέων ἡμῖν σοφοί τε καὶ ἀκριβεῖς ἐπιστήμονες, καὶ βασανίζειν εἰδότες τὸ ὅτι μάλιστα σφίσι τε αὐτοῖς, καὶ μὴν καὶ ἑτέροις τελοῦν εἰς ὄνησιν. Οἷόν τί φημι· Λέλυται τοῦ χειμῶνος τὸ κατηφὲς, ὧραι λοιπὸν ἀνίσχουσιν ἠριναὶ, κομᾷ τοῖς ἀστάχυσι τὰ τῶν ληΐων ἐξαίρετα, οἱ δὲ μυρίοι τε ὅσοι καὶ συχνοὶ ταῖς ἀρούραις ἐπικυμαίνουσι· τότε δὴ, τότε λοιπὸν ὀκνείτω μηδεὶς τῶν ἀποκείρειν εἰδότων. Εἰσκομίζοντος δὲ τοῦ καιροῦ τοῖς φιλεργεῖν εἰωθόσι τὸ ὧν ἂν βούλοιντο τυχεῖν, οἰχέσθω τὸ ῥᾴθυμον, καὶ τοῦ παντὸς ἀξιούσθω λόγου τὸ ἄϋπνόν τε καὶ τληπαθές. Περιέσται γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτοῖς καὶ τὸ δεῖν ἐπαίνου παντὸς πλουσίως μεταλαχεῖν. Οὐκοῦν ἐπειδήπερ «Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς,» καθὰ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
