Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.824
Not analysed yet
καὶ ἡμῖν αὐτὸς ὁ σοφώτατος διαμαρτύρεται Παῦλος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» ἵνα μὴ ἀνίπτοις χειρσὶ τῶν ἱερῶν ἁπτόμενοι, καὶ τὸ θεῖον αὐτοῦ μυστήριον ἀτημελῶς ἀτιμάζοντες, τὴν τοῖς ἀνοσίοις πρέπουσαν κόλασιν αὐτοὶ ταῖς ἰδίαις ἐπαντλήσωμεν κεφαλαῖς. Ἐπιστέλλει γάρ τοι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τοῦτο δρᾷν εἰωθόσι· «Διὰ τοῦτο ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Οὐκοῦν ἐκ τῶν ἱερῶν Γραμμάτων, τὰ εἴς γε τουτὶ τελοῦντα συλλέγοντες, ἵνα χρὴ τρόπον ἁγίως τε καὶ παναγίως ἡμᾶς ἑορτάζοντας, εἰς μετάληψιν ἰέναι τότε τὴν πνευματικὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, φέρε δὴ, φέρε λέγωμεν. βʹ. Τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, παιδαγωγοῦντος Μωσέως, οἱ ἐξ αἵματος Ἰσραήλ. Προσετάττοντό γε μὴν ἀζύμους ἄρτους ἐσθίειν ἐπ' αὐτῷ, καὶ μὴν καὶ πικρίδας. Γέγραπται γὰρ ὡδί· «Ἄζυμα ἐπὶ πικρίδων ἔδεσθε ἑπτὰ ἡμέρας.» Ἆρ' οὖν, εἰπέ μοι, τοῖς ἐν τύπῳ καὶ σκιαῖς καὶ ἡμεῖς αὐτοὶ προεδρεύσωμεν; Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ νομομαθὴς ἀληθῶς καὶ σοφώτατος Παῦλος, «Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν;» Εὐθυῤῥήμων δὲ ὅτι καὶ οὐκ ἂν γένοιτο ψευδοεπὴς ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ, πῶς ἂν ἐνδοιάσειέ τις; Πῶς οὖν ἄρα καὶ ἡμεῖς τὸν ἀρχαῖον ἐκεῖνον ἀποπερανοῦμεν νόμον, Χριστοῦ λέγοντος ἐναργῶς, «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Οὐκοῦν τέθυται δὲ καὶ ἡμῖν, τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τροφὴν δὲ τὴν νοητὴν καὶ παγκάλην καὶ ἱερὰν ἀληθῶς ἐπ' αὐτῇ ποιησόμεθα· γραφομένην μὲν ὥσπερ ἐν ἄρτοις ἀζύμοις, κατὰ τὸν νόμον, νοουμένην δὲ πνευματικῶς. Ζύμη γὰρ ἀεὶ παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, φαυλότητος καὶ ἁμαρτίας εἰς τύπον παραλαμβάνεται. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐνετείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς προσέχειν, οὕτω λέγων· «Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Γραμματέων καὶ Φαρισαίων.» Γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος, ζύμης καὶ ἀκαθαρσίας τῆς εἰς νοῦν καὶ καρδίαν ὡς ἀποτάτω τιθεὶς τοὺς ἡγιασμένους· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Ἔστι τοίνυν οὐκ ἀσυντελὲς εἰς ὄνησιν, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐπειδήπερ ἡμῖν διὰ σπουδῆς τέθειται τῆς προὐρ-