# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.825

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.825

γιαιτάτης, τὸ ἐν μεθέξει γενέσθαι τῇ πνευματικῇ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸν νοῦν ἀθόλωτον ἔχειν, καὶ ἀποτρίβεσθαι μολυσμοὺς, καὶ ἀποφοιτᾷν ἁμαρτίας, καὶ ἁπαξαπλῶς ἀπανίστασθαι παντὸς τοῦ καταμιαίνειν εἰωθότος. Ἀκαταιτίαυτον γὰρ οὔτω καὶ ἀνεπίπληκτον παντελῶς κατορθώσομεν τὴν ὡς ἐν μεθέξει πρόσοδον. Ἐσθιέτω δέ τις καὶ πικρίδας, τουτέστι, διὰ πικρῶν ἡκέτω πόνων, καὶ τὸ ἔν γε τούτῳ τληπαθὲς ποιείσθω περὶ πολλοῦ. Καὶ γὰρ ἔστι τῶν ἀπωτάτων, τῆς εὐσεβείας τοὺς ἐραστὰς οἴεσθαί τε καὶ φρονεῖν ἑτέρως ἂν δύνασθαι καταπλουτεῖν ἀρετὴν, καὶ ταῖς ἀνωτάτω δόξαις ἐπισεμνύνεσθαι, μὴ προηθληκότας, καὶ τὴν τῆς ἀνδρείας ἐπίδειξιν εὖ μάλα πεποιημένους. Τραχεῖα μὲν γὰρ καὶ ἀνάντης ἡ ὁδὸς ἡ εἰς αὐτὴν ἀναφέρουσα, καὶ οὐ βάσιμος τοῖς πολλοῖς· εἴη δ' ἂν μόνοις εὐστιβὴς τοῖς, οἵ γε διᾴττειν ἐπείγονται, κατοῤῥωδοῦντες οὐδένα, ἀνταποδυόμενοι δὲ τοῖς πόνοις, καὶ τοῖς ἱδρῶσιν ἀντανιστάμενοι. Καὶ πρός γε τοῦτο ἡμᾶς παραθήγει λέγων αὐτὸς ὁ Χριστός· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι' αὐτῆς. Στενὴ δὲ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Τὰ γάρ τοι λαμπρὰ καὶ ἐξαίρετα τῶν ἀνδραγαθημάτων πρέπει ἂν ἑλεῖν, καὶ μὴν καὶ δύνασθαι κατορθοῦν, οὐχὶ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ, ὡς ἔφην, τοῖς ἐξειλεγμένοις, καὶ καταθλεῖν εἰδόσι γενικῶς τῆς εἰς τὰ αἰσχίω καλούσης ἡδονῆς· εὐρεῖα δὲ ὅτι καὶ λειοτάτη τρίβος κατακομίζει πρὸς ἁμαρτίας, κατίδοι τις ἂν καὶ λίαν ἀμογητὶ καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν πραγμάτων. Εὐπάροιστος μὲν γὰρ κομιδῇ καὶ πολὺ λίαν εὐπετὴς ὁ ἀνθρώπινος νοῦς, κατωθούσης ἡδονῆς. Ἴεται δὲ καὶ μάλα ῥᾳδίως εἰς τρυφὰς, καὶ τὸ ἀκρατὲς εἰς ὀρέξεις τὰς σωματικὰς ἁλίσκεται πεπονθώς· οἶμαι δὲ δεῖν τὰ τοιάδε κατηῤῥωστηκότι τάχα που καὶ συνειπεῖν· καταβιάζεται γὰρ καὶ οὐχ ἑκόντα πολλάκις ἡ τῆς σαρκὸς φύσις, καὶ κέντροις αὐτὸν παραθήγει δεινοῖς εἰς ἐμφύτους ἡδονὰς μονονουχὶ δὲ καὶ ἀσχάλλοντος καταδράττεται, καὶ πρὸς ἀβουλήτους ἀποφέρει ῥοπάς. Ἀλλ' ὅ γε τῶν ὅλων Θεὸς καὶ Κύριος ἀνατειχίζει τῷ νόμῳ, καὶ ὅπλον αὐτῷ χαρίζεται τὴν ἐγκράτειαν. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Νόμον γὰρ εἰς βοήθειαν δέδωκεν.» Ἄθρει δέ μοι τὸν νομομαθῆ καὶ ἱερώτατον Παῦλον, εἰς ἀκριβῆ τῶν τοιῶνδε κατάσκεψιν καθιέντα τὸν νοῦν, καὶ βασανίζοντα μὲν ἰσχνῶς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινημάτων τὸ θράσος· παραδεικνύντα δὲ μετὰ τούτου τὸν ἀποχρώντως ἡμῖν ἐπικουροῦντα νόμον. Ἔφη γὰρ οὕτως· «Οἶδα μὲν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραγμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω· ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
