# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.829

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.829

γοῦν τὸν Υἱὸν αὑτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ σῶμα λαβὼν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἴδιον γὰρ γεγονὸς τὸ σῶμα τοῦ Λόγου, παθῶν μὲν εὐθὺς τῶν καθ' ἡμᾶς ἀπηλλάττετο, καὶ τῶν εἰς φαυλότητα κινημάτων τὸ κέντρον ἀπεσκευάζετο· μετεστοιχειοῦτο δὲ ὥσπερ πρὸς θεοπρεπῆ καὶ ἀπόῤῥητον καθαρότητα, νεκρουμένης ἐν αὐτῷ τῆς ἁμαρτίας, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασειομένης τῆς ἡδονῆς. Ὥσπερ γὰρ θανάτου κρεῖττον ἦν, ὅτι ζωῆς τῆς κατὰ φύσιν γέγονε σὰρξ, κατὰ τὸν ἴσον, οἶμαι, τουτῳὶ τρόπον τὴν τῆς ἁμαρτίας πεπάτηκε δύναμιν. Ἴδιον γὰρ ἦν τοῦ μὴ εἰδότος ἁμαρτίαν. Καὶ ἀληθῆ τὸν Λόγον ἀποφαίνει γεγραφὼς ἡμῖν ὁ θεσπέσιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Καὶ τί δὴ τοῦτό ἐστι «τὸ ἀδύνατον τοῦ νόμου;» φαίη ἂν, οἶμαι, τίς· Θείου γὰρ νόμου καλοῦντος εἰς ἐγκράτειαν ἀποφέρει πρὸς τὸ ἐναντίον ἡ τῆς σαρκὸς φύσις, ἀεὶ πρὸς ὀρέξεις παραθήγουσα τὰς μυσαρωτάτας. Ἀλλ' ὄ γε τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, οὐ γυμνὸν καὶ ἀσώματον, καὶ τὸ φρικτὸν καὶ ἀπρόσιτον τῆς θείας ἑαυτοῦ δόξης ἀπαστράπτοντα φῶς, καθέντα δὲ μᾶλλον ἑαυτὸν οἰκονομικῶς ἐν τοῖς καθ' ἡμᾶς, καὶ οἰστὸν παρέχοντος δι' ὁμοίου σώματος, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἀνῄρηται γὰρ, ὡς ἔφην· ὥστε καὶ ἔξω σαρκὸς γενέσθαι δοκεῖν καὶ ἡμᾶς αὐτοὺς ὡς ἡγιασμένους, καὶ τὸ θεῖον αὐτοὺς καταπλουτήσαντες Πνεῦμα. Γράφει δὲ ὧδε πάλιν ὁ σοφώτατος Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ ἐν ὑμῖν Χριστὸς, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» γʹ. Ἐπειδὴ δὲ τῆς ἄνωθεν εὐκλείας τοὺς ἐραστὰς, καὶ τοὺς ἔτι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένους, ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ὁρᾶσθαι προσήκει, προσεποίσομεν ἀναγκαίως τῆς ἐγκρατείας αὐχήμασι καὶ τοὺς τῆς ἑτέρας ἐπιεικείας τρόπους, τὴν εἰς ἀλλήλους ἀγάπην, τὴν φιλαλληλίαν, καὶ τὸ δεῖν ἑτοίμως ἐλεεῖν τοὺς ἀφορήτῳ πενίᾳ κατισχισμένους. Ἔφη γάρ που ὁ Χριστός· «Γίνεσθε οἰκτίρμονες, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Παρεγγυᾷ δὲ καὶ νόμος ἡμῖν ὁ διὰ Μωσέως· «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεο-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
