# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.832

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.832

μένῳ ἐν σοί.» Χρῆμα γὰρ ἐξαίρετον ἡ φιλοπτωχία Εἰ δέ τις αὐτὴν ἐν ὀλίγῳ παντελῶς ποιεῖται λόγῳ, καὶ τοῦ μηδενὸς ἀξίαν εἶναί φησι, ἐπαινέσει που πάντως τὸ ἀπηνὲς καὶ μισάνθρωπον· καὶ τό γε δὴ χρῆναι μὴ συναλγεῖν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ· ἆρ' οὖν οὐχὶ θηριοπρεπὲς τὸ φρόνημα καὶ Θεῷ κατεστυγημένον, καὶ μαχομένην ἔχον τὴν φιλοικτίρμονα φύσιν; Ἀλλ' οὐκ ἂν ἐνδοιάσειέ τις. Γέγραπται γὰρ ὅτι «Ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακούειν ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.» Χρὴ δὲ καὶ ἑτέρως μεμνῆσθαι διὰ παντὸς τῆς ἐσομένης ἡμῖν μετὰ τοῦτο ζωῆς. Ἄραρε γὰρ, ὅτι πάντη τε καὶ πάντως καταλήξει πρὸς πέρας ὁ ἑκάστου βίος. Ἀλλ', ὥς που καὶ Γράμμα φησὶ ἱερὸν, «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν βίον, οὐδὲ ἐξενεγκεῖν δυνάμεθα.» Βαδιεῖται δέ τις τῶν μὲν ἐπιγείων ἀγαθῶν συναποφέρων οὐδὲν, ἁπάντων δὲ ὥσπερ ἐστερημένος, καὶ αὐτοῦ δὲ σώματος. Ἀλλ' οἱ μὲν τῆς ἀρετῆς ἐργάται πλοῦτον ἔχουσι τὸν νοητὸν, καὶ τὸ τῆς φιλοπτωχίας συνέκδημον φῶς. Καυχήσονται γὰρ ἐπὶ τοῦ θείου βήματος, μᾶλλον δὲ αὐτὸς αὐτοὺς ἐπαινέσει Χριστὸς λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθατε πρός με. Ἀμὴν γὰρ λέγω, φησὶν, ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἀκούεις ὅπως ἡ φιλοικτίρμων τε καὶ ἡμερωτάτη φύσις τὸν εἰς τοὺς πένητας ἔλεον ἐφ' ἑαυτῇ γενέσθαι φύσιν; Ἀλλ' ἐπακούσῃ μὲν κατὰ τὸ εἰκὸς ἁπασοῦν, οἶμαι, τὶς τὸ χρῆναί τε φειδοῦς ἀξιοῦν τοὺς ἐν πτωχείᾳ καὶ πόνοις, διανέμειν δὲ τοῖς δεομένοις τὰ κατ' ἰσχύν. Περιενεχθήσεται δὲ πρὸς τὸ ἔχον ἐναντίως καὶ ἀφιλοικτίρμονα νοῦν, ἐκεῖνό που πάντως διενθυμούμενός τε καὶ λέγων· Εἰ δοίην ἑτέροις τὰ ἐμαυτοῦ, παῖδας ἀδικήσω τοὺς ἐμούς. Τίνων ἔσονται δεσπόται; πλουτῶ γὰρ οὐ λίαν. Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν αὐτῷ, λογισμοῦ τοῦ καθήκοντος ἀποκομίζῃ μακράν. Ἔδει γὰρ, ἔδει διενθυμεῖσθαι σοφῶς, ὅτι καὶ ζῶ ἔτι λόγου μὲν τοῦ παντὸς ἀξιοῖ τὴν εἰς παῖδας φιλοστοργίαν, ἔξω δὲ σαυτὸν τῶν ὄντων οὐ τίθης, οὔτε μὴν εἰς ἅπαν ἀποστερεῖς τῶν εἰς ἀνάπαυλαν καὶ τρυφήν. Οὐκοῦν ἔργον ἂν εἴη φρενὸς ἀληθῶς τῆς παγκάλης, καὶ τῆς ἐσομένης ζωῆς ποιεῖσθαι φροντίδα, καὶ μέτρον ἑλέσθαι τοῦτο δρᾷν· οὐκ ἐξείργοντος τοῦ καιροῦ τὴν τῶν πλωτήρων ἀπομιμεῖσθαι πρόνοιαν, οἳ τὴν οὕτως εὐρεῖαν διαπερῶσι θάλασσαν, οὐκ ἠμεληκότες σιτίων, ἢ τῆς ἄλλης εἰς τοῦτο παρασκευῆς· ἀλλὰ καὶ ὑπὲρ χρείαν ἔσθ' ὅτε τὰ ἔπιπλα προενθέμενοι. Οὐκοῦν ἐκδημήσειν τῶν καθ' ἡμᾶς πραγμάτων ἑκάστου μέλλοντος, νοητῶν ἐφοδίων γενέσθω πρόνοια. Οὐκ ἀδικήσεις τὸν παῖδα τὸν σαυτοῦ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
