# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.833

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.833

διὰ τοῦ κατοικτείρειν τοὺς ἐν ἐνδείᾳ συζωμένους. Οὐ λυπήσεις τὸν διαδεξόμενον, σαυτὸν ἀπαλλάττων κολάσεως καὶ πυρός. «Πολλὰ μὲν γὰρ πταίομεν ἅπαντες· ἐλεημοσύναις δὲ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,» καθὰ γέγραπται. δʹ. Τοῖς τοιούτοις ἡμᾶς μαθήμασιν εὐφρανθῆναι ποιῶν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, ἀχλὺν ἔχοντες τὴν νοητὴν διετελοῦμεν ἐν κόσμῳ, οὐκ εἴδησιν εὐσεβείας, οὐχ ἕτερόν τι τῶν ἄνωθεν ἀγαθῶν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι· οὐ τὴν τῆς δικαιοσύνης ὁρῶντες ὁδὸν, ἀλλ' οὐδ' αὐτὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐπιγινώσκοντες· πλανώμενοι δὲ καὶ κτίσει τὸ σέβας ἀναπέμποντες, καὶ τοῖς ἀνθρώποις πρεπούσης ἔρημοι φρενός. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, κατῴκτειρεν ὁ Δημιουργός. ᾜδει πλατὺ κατὰ πάντων γελῶντα τὸν Σατανᾶν, καὶ καταδραττόμενον μὲν εὐκόλως τῶν ἐπὶ τῆς γῆς, ἐπαμύνοντος οὐδενὸς, ὑποφέροντά τε ταῖς ἰδίαις ζεύγλαις, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀμογητὶ κατασείοντα. Εἶτα νόμον ὡρίσατο τὸν διὰ Μωσέως. Ἀλλ' οὐκ ἦν ἐν νόμῳ τοὺς τῆς ἁμαρτίας διαδράναι βρόχους· οὐκ ἦν ἀποπλύνασθαι τῶν πλημμελημάτων τοὺς μολυσμούς. Παρέδειξε γὰρ ὁ νόμος τὴν ἁμαρτίαν, καὶ τῆς ἁπάντων ἡμῶν ἀσθενείας ἔλεγχος ὥσπερ τις τέθειτο παρὰ Θεοῦ, καὶ μάρτυς ἡμῶν εἰσελάσει σοφὸς ὁ μακάριος Παῦλος· ἔφη γὰρ οὕτως· «Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λέγει, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» Καὶ πάλιν· «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ κακόν.» Τί δὴ ἄρα φὴς, ὦ μακάριε Παῦλε; τὸν διὰ Μωσέως, εἰπέ μοι, γράφῃ νόμον; ταύτης ἕνεκα τῆς αἰτίας παρεισδῦναι φὴς, ἵνα πλεονάσῃ τὸ κακόν; Διδάσκαλος οὖν φαυλότητος εἴη ἂν, εἰ πεπλεόνακε δι' αὐτοῦ τὸ κακόν. Ἀλλ' οὐ τοῦτό φησιν ὁ πνευματοφόρος. Ἔφη γὰρ πάλιν αὐτός· «Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις.» Οὐκοῦν ἁμαρτίας διδάσκαλος ἥκιστα μὲν ὁ νόμος· ἔλεγχος δὲ, ὡς ἔφην, τῆς τῶν ὑπὸ νόμον ἀσθενείας ἦν, καὶ τοῦ κατασίνεσθαι πεφυκότος παραδεικτικός. Ὅνπερ δὲ τρόπον οὐκ ἂν αἰτιάσαιτό τις τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς, ὅτι καὶ βόθρους ὁρᾶσθαι ποιεῖ, καὶ τὰ ἐν ταῖς τριόδοις διεῤῥιμμένα, καὶ τοῦ περιπτέειν αὐτοῖς ἀπαλλάττει τοὺς διελαύνοντας· οὕτως οὐκ ἂν, οἶμαι, τὶς εὖ φρονῶν τὸν θεῖον γράψαιτο νόμον, ὡς ἁμαρτίας ἡμῖν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
