# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.836

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.836

ἐμποιητικόν· καταθαυμάσει δὲ μᾶλλον ὡς ἐναργὲς ἀποφαίνοντα τὸ τελοῦ· εἰς ὄνησιν. Ἀλλ' εἰσεκομίσθη, φησὶν, «ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.» Ἐπειδὴ γὰρ διὰ πολλὴν ἄγαν ἀσθένειαν, καὶ τὸ λίαν εὐκατακόμιστον εἰς τὸ πλημμελὲς, οὐδεὶς ἐπλήρου τὸν νόμον, ὑπόδικος γέγονε πᾶς ὁ κόσμος τῷ Θεῷ, μονονουχὶ συνελαύνοντι τοὺς ἐπὶ τῆς γῆς πρός γε τὸ χρῆναι λοιπὸν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ διψῆσαι χάριν. Δίκαιοι γὰρ ἡμεῖς «οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος,» καθὰ γέγραπται. Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ, διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ, καὶ ποινῆς καὶ δίκης, καὶ τῆς ἐκείνου καταβοῆς, γέγονε καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς, ἐκ Θεοῦ Πατρὸς Λόγος, μεμενηκὼς ὅπερ ἦν, ὁ ἐλεύθερος ἐν δούλοις, ὑπὸ νόμον ὁ νομοθέτης, μεθ' ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής. Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, ὁ κατὰ φύσιν ἰδίαν σώματος, ἵνα χρηματίσας ἡμῶν ἀδελφὸς, τῆς ἑαυτοῦ δόξης ἀποφήνῃ κοινωνοὺς, ἁγιάσας τε τῷ ἰδίῳ Πνεύματι, καλέσῃ λοιπὸν ἀδελφούς τε καὶ ἐλευθέρους. Οὕτω γάρ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι λέγω ὑμᾶς δούλους.» Τούτων τοιγαροῦν ἁπάντων ἀμνημονήσαντες οἱ Ἰουδαῖοι, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀρνούμενοι, παρέδοσαν μὲν Πιλάτῳ, καὶ σταυροῦσθαι παρεκάλουν. Ὁ δὲ Θεὸς ὢν φύσει καὶ παναλκὴς, ἐνῆκεν ἑκὼν τοῖς τοῦ θανάτου βρόχοις τὸ ἴδιον σῶμα, ἵνα καὶ ἡμᾶς ἐξέληται, διαῤῥήξας αὐτούς. Τριήμερος γὰρ ἀνεβίω, κηρύξας τοῖς ἐν ᾅδου πνεύμασι, καὶ εἰρηκὼς «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, εἰρηκώς τε σαφῶς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν,» ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, καὶ τοῖς τῆς ἰδίας θεότητος ἐναμβρύνεται θάκοις, ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὡς οὖν ἀπολογησόμενοι, παραστησόμενοί τε τῷ βήματι αὐτοῦ, διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθάρωμεν βίον, ἀκλινῆ τὴν πίστιν τηρήσωμεν, ἐλεοῦντες πτωχοὺς,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
