# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.837

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.837

ἐπισκεπτόμενοι χήρας, τοὺς ἐν δεσμοῖς κατοικτείροντες, συναλγοῦντες τοῖς ἐν ἱδρῶσι καὶ πόνοις, τὴν φιλαλληλίαν ἐπιτηδεύοντες, τὴν ἀγάπην τὴν εἰς Θεόν τε καὶ ἀδελφοὺς, καὶ τοῖς τῆς σαρκὸς ἐπιτιμῶντες πάθεσιν. Οὕτω γὰρ, οὕτως ἑορτάσωμεν καθαρῶς, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρίτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδος τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ σαββάτου, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ καὶ τότε τρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας ὠφεληθησόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Κʹ. αʹ. Πολυμερῶς καὶ πολυτρόπως ὁ τῶν ὅλων Θεὸς, διὰ τῆς τοῦ νόμου σκιᾶς προαναφαίνων ἡμῖν τὴν ἀλήθειαν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκραιφνέστατον κάλλος, καθάπερ ἐν πίνακι προκαταγράφων ἐντέχνῳ, διὰ τῆς ἀρχαίας ἐντολῆς, πρὸς τὸν ἱερὸν ἔφη Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατάς· ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς.» Ἐλαταὶ μὲν οὖν αἱ σάλπιγγες, ὑποδηλοῦντος ἡμῖν τοῦ πράγματος ὅτι μὴ μέχρι σκιᾶς καὶ αἰνίγματος τοῦ κατὰ τὸν νόμον μεμέτρηταί τε καὶ ἔστι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἡ δήλωσις, πεποίηται δὲ μᾶλλον καταβραχὺ τὴν ἐπίδοσιν, ἐπὶ τὸ ἅμεινόν τε καὶ ἀληθέστερον. Προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον. Ἀργυραῖ δὲ, ὅτι λαμπρός τε καὶ καθαρώτατος, καὶ μὴν καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένος ὁ περὶ αὐτοῦ γέγονε λόγος, καὶ νῦν ἐστι τοιοῦτος ἐν Ἐκκλησίαις. Ἀλλὰ τίνες ἄρα καὶ οἱ ταῖς σάλπιγξι κεχρημένοι, σαφηνιεῖ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτω· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» Τῷ γὰρ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τοῖς τῆς θείας λειτουργίας αὐχήμασι κατεστεμμένῳ, τὸ Χριστοῦ λαλεῖν μυστήριον, πρέπει ἂν εἰκότως, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς κατασημαίνειν ἀεὶ τὰ δι' ὧν ἂν γένοιντο τῆς εἰς οὐρανὸν πολιτείας ἄξιοι, τῶν γηΐνων ἀπαίροντες, καὶ πρὸς εὐσεβῆ καὶ ἐξαίρετον πολιτείαν μεθορμιζόμενοι, καὶ κατανδριζόμενοι τῶν τῆς ἀληθείας ἐχθρῶν, καὶ τοῖς πολεμοῦσι τῇ δόξῃ τοῦ Χριστοῦ νεανικῶς ἀντεξάγοντες, ἑορτάζοντες δὲ καὶ τὰς ἑορτὰς αὐτοῦ καθαρῶς, καὶ ἀμωμήτως, καὶ «Οὐκ ἐν ζύμῃ παλαιᾷ,» καθὼς γέγραπται, «ἀλλ' ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων διεκήρυξε Δεσπότης λέγων· Ἐὰν ἐξέλθητε εἰς πόλεμον

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
