# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.840.1

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.840.1

ἐν τῇ γῇ ὑμῶν, πρὸς τοὺς ὑπεναντίους τοὺς καθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Ὅπλα μὲν γὰρ οὐ σαρκικὰ τοῖς ἁγίοις· δυνατὰ δὲ μᾶλλον τῷ Θεῷ, καὶ τῆς παντευχίας ὁ τρόπος, οὐκ ἐν ὁρατοῖς τε καὶ αἰσθητοῖς ἐστι πράγμασιν, ἀλλ' ἐν δυνάμει Πνεύματος, καὶ δικαιοσύνης, καὶ ἁγιασμοῦ καὶ ἐν ὀρθότητι καὶ ἀκριβείᾳ δογμάτων. Ἔδει γὰρ αὐτοὺς τὸν θώρακα τῆς δικαιοσύνης ἔχειν, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ μέντοι τὸ τῆς εὐδοκίας ὅπλον, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Τοῦτό τοι πάντας, καὶ μάλα ῥᾳδίως, καταπτοήσει τοὺς ἐχθρούς. Τοῦτο τοὺς ἐπαίροντας εἰς τὸ ὕψος τὸ κέρας, καὶ λαλοῦντας κατὰ τοῦ Θεοῦ ἀδικίαν, οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ ἀσυνέτους ὅντας ἀποφανεῖ, μᾶλλον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἔχοντας γλῶτταν, ἵνα καὶ λέγηται περὶ αὐτῶν· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Χρησώμεθα τοίνυν κατ' αὐτῶν ταῖς σάλπιγξιν, τουτέστι, τοῖς τῆς ἀληθείας ἱεροῖς τε καὶ ἀμωμήτοις κηρύγμασιν. Ἀλλὰ γὰρ εἰ προσάγοιμεν τὰς πνευματικὰς θυσίας τῷ πάντων Σωτῆρι Θεῷ, τὰς ἐπινικίους ᾠδὰς ἀναμέλψωμεν, τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ, καθιγμένῳ δὲ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς «Λόγος, γέγονε σὰρξ,» οὐχ ὅπερ ἦν ἀποβαλὼν, μὴ γένοιτο, προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ἵνα καὶ ἡμᾶς μεταστοιχειώσῃ πρὸς τὴν ἀμείνω τε καὶ εὐκλεεστέραν ζωήν· «Πλούσιος γὰρ ὢν, ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλ' ὁ μὲν τῶν ὅλων Σωτὴρ, καὶ μονογενὴς τοῦ Θεοῦ Πατρὸς Λόγος, ὁ ἐν ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν τῇ πρὸς αὐτὸν διαπρέπων, ὁ σύνθρονος καὶ ἰσοκλεὴς αὐτῷ, τὸ τῆς κενώσεως οὐκ ἀπόβλητον ἐποιεῖτο μέτρον οἰκονομικῶς δι' ἡμᾶς. Οἱ δὲ τῶν ἀνοσίων δογμάτων εὑρεταὶ, «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία,» μικρὰ φρονοῦντες περὶ αὐτοῦ, καὶ χαμαιῤῥιφῆ, τὴν τοῦ μυστηρίου κατασείουσιν δόξαν, εἰς τὸ μὴ εὖ πεποιῆσθαι δοκεῖν, τό γε ἧκον ἐπ' αὐτοῖς· μονονουχὶ δὲ καταμειδιῶσιν οἱ τάλανες τῆς τοῦ Θεοῦ σοφίας, ὡς ἐνὸν αὐτοῖς τὰ ἀμείνω βουλεύεσθαι ἐπιτηδεύοντες· καὶ στόμα λαλοῦν μεγάλα κατὰ τὸν τῆς ἀνομίας υἱὸν, οὗ καὶ πρόδρομοι γενέσθαι τεθαῤῥήκασιν. Ἀτιμάζουσι μὲν τὴν κατὰ σάρκα γένησιν τοῦ Μονογενοῦς· οὐ Θεὸν δὲ κατὰ ἀλήθειαν ἀποτεκεῖν κατὰ σάρκα τὴν ἁγίαν λέγουσι Παρθένον, καίτοι τοῦ ἁγίου βοῶντος εὐαγγελιστοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἐνοικῆσαι δὲ μᾶλλον ἀνθρώπῳ φασὶ τὸν τοῦ Πατρὸς Λόγον· ἴνα ἐν τάξει προφητῶν ὁ Σωτὴρ εὑρίσκηται θεοφόρος ἄνθρωπος, ἢ τάχα που καὶ πλέον οὐδὲν τῶν καθ' ἡμᾶς ἔχων ἐν τούτῳ.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
