# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.841

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.841

Ἐναυλίζεται γὰρ καὶ ἡμῖν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ μαρτυρήσει γράφων ὁ σοφὸς Ἰωάννης· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Τί οὖν ἔτι τὸ περιττὸν ἐν Χριστῷ νοεῖται παρὰ τοὺς ἄλλους, εἰ καὶ αὐτὸς ἦν ἄνθρωπος, ἐνοικοῦντα φορῶν τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτόχρημα κατὰ ἀλήθειαν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ Θεὸς ἀληθινὸς καὶ μετὰ σαρκός; Ὑπέμεινε γὰρ κατὰ σάρκα τὴν γέννησιν, καὶ μεμένηκε Θεὸς, γενόμενος καθ' ἡμᾶς. Ἀλλὰ ταυτὶ μὲν φρονεῖν οὐκ ἀνέχεται τῶν ἑτεροδόξων ὁ νοῦς. Διαπτύοντες γὰρ ὡς ἕωλον τοῦ μυστηρίου τὸν λόγον, καὶ ταῖς σφῶν αὐτῶν κεφαλαῖς πικράν τε καὶ δυσδιάφυκτον καταχέοντες δίκην, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν ἀπονέμουσι τῷ Χριστῷ τὸ τῆς υἱότητος ὄνομα, καὶ διορίζουσιν ἀμαθῶς εἰς ἄνθρωπον ἰδικῶς ἀποδιιστάντες αὐτὸν τὸν τοῦ Θεοῦ Λόγον, ψιλήν τε αὐτῷ συνάφειαν κατὰ τὸ αὐτοῖς δοκοῦν ἀπονέμουσι μόλις, τὴν ὡς ἐν ἰσότητι τῆς ἀξίας. Ἡμεῖς δὲ οὐχ οὕτως φρονεῖν δεδιδάγμεθα, οὐδὲ ταῖς ἐκείνων ἀβελτηρίαις προσεσχηκότες, αὐτοὶ τὸν οἰκεῖον καταφθεροῦμεν νοῦν. «Ἔστι γὰρ, ἔστι, καθά φησιν ὁ μακάριος Παῦλος, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ·» ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Οὐκοῦν ἀκουέτωσαν οἱ παράσημον ἔχοντες ἐπὶ Χριστῷ τὴν πίστιν, καὶ γνώσεως τῆς ἀκριβοῦς καὶ ἀληθοῦς ἀμοιρήσαντες, «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Βαδιούμεθα γὰρ ἡμεῖς τὴν εἰς εὐθύ τε καὶ ἀδιάστροφον τῆς πίστεως ὁδόν. Καὶ πορευσόμεθα τὴν βασιλικὴν οὐκ ἐκκλίνοντες δεξιὰ, οὔτε μὴν εἰς εὐώνυμα. Ὁμολογοῦμεν γὰρ, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, οὐκ ἄψυχον οὐδὲ ἄνουν σῶμα λαβών· ἐψυχωμένον δὲ μᾶλλον καὶ ἔννουν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ἑνωθεὶς, δίχα μόνης τῆς ἁμαρτίας, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομίσῃ τῷ Πατρὶ τὴν λογικὴν εὐοσμίαν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν, πάντας ἑαυτῷ κατακτήσηται, καὶ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ὡς γὰρ γράφει ὁ θεσπέσιος Παῦλος, «Εἰς τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Εἰ δὲ κεκυρίευκε τῆς ὑπ' οὐρανὸν, ἀποθανὼν μὲν σαρκὶ, ζωοποιήσας δὲ ὡς Θεὸς τὸν ἑαυτοῦ ναόν· οὐκ ἄρα ψιλὸς ἄνθρωπος, συναφείᾳ Θεοῦ τῇ κατὰ μόνην τὴν ἀξίαν τετιμημένος νοοῖτο ἂν εἰκότως, ἀλλὰ Θεὸς ἀληθινὸς, καὶ εἰ γέγονε σὰρξ, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ καὶ μετὰ σαρκός· «Κάμπτει τε αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Καὶ ὁ μὲν τῆς ἀληθείας ἐν τούτοις λόγος, καὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἡ παράδοσις, ταύτην ἔχει τὴν ὁδόν. Προσέχοντες δὲ πνεύμασι πλάνοις, καὶ ἀνδράσι τὸν νοῦν κεκαυτηριασμένοις, καθά φησιν ὁ σοφώτατος Παῦλος, τῶν ἀσυνέτων τινὲς περὶ τὴν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
