# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.844

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.844

πίστιν ἐναυάγησαν, καὶ τὰ τῆς δυσσεβείας ὅπλα κεκινήκασι κατὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων, πολυτρόποις βάλλοντες ἐπιβουλαῖς καὶ τὸ τῆς βασκανίας ἐντείνοντα τόξον. Ἀλλ' ὥς φησιν ὁ μακάριος Ψαλμῳδὸς, «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.» Οὐ γὰρ ἠρέμησεν ἡ ἁγία πληθὺς τῶν ἁπανταχόσε σεπτῶν ὀρέων τοῦ Θεοῦ· ἀλλ' εἰς ἕνα πάντες συναγηγερμένοι χορὸν, καὶ ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, «ὑποδησάμενοί τε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης,» τουτέστι Χριστοῦ, ἀνατείναντές τε «τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ,» τὸ τῶν ἀνοσίων κατεληΐζοντο στίφος, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντες· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» βʹ. Τοιοῦτόν τι πεπρᾶχθαί φαμεν ἐν τοῖς ἄνωθεν καιροῖς, παιδαγωγοῦντος ἔτι Μωσέως τὸν κατὰ σάρκα Ἰσραήλ. Ἐξῄεσαν μὲν ἐξ Αἰγύπτου τῆς τῶν πλεονεκτησάντων ὠμότητος ἀποπεμψάμενοι τὸν ζυγόν· ἐπειδὴ δὲ ηὐλίζοντό που κατὰ τὴν ἔρημον, οὐκ ἀφθόνητοι μεμενήκασιν, οὔτε μὴν ἱδρῶτος δίχα καὶ πόνων πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς διέτρεχον γῆν. Γέγραπται δὲ, ὅτι «Ἦλθε δὲ Ἀμαλὴκ, καὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφιδείμ· εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον. Καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ εἶπεν αὐτῷ Μωσῆς· καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ. Ἐπειδὴ δὲ παρετάξατο, καὶ νενίκηκεν ὁμοῦ τοῖς ἐξειλεγμένοις ὁ Ἰησοῦς, εἶπε, φησὶ, Κύριος πρὸς Μωσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον εἰς βιβλίον, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ' οὐρανόν.» Ἀλλ' ἐκεῖνα μὲν ἐν σκιαῖς καὶ τύποις· σκιὰ γὰρ ὁ νόμος. Ἐν δέ γε τοῖς καθ' ἡμᾶς πράγμασι, καταθαυμάσαι τις ἂν, καὶ γυμνὸν καὶ ἀκατασκίαστον βλέπων τῆς ἀληθείας τὸ κάλλος. Ὡπλίσθη καὶ νῦν κατὰ τοῦ κατὰ τὴν ἀλήθειαν Ἰσραὴλ ὁ ἐπάρατος Ἀμαλὴκ, ὁ τῇ τοῦ Σωτῆρος εὐκλείᾳ μαχόμενος, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου τὴν δύναμιν ἐπιχειρῶν ἀνατρέπειν. Ἀλλ' ἐκ παντὸς Ἰσραὴλ τοὺς ἐξειλεγμένους συνενεγκὼν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀντετάξατο καὶ νενίκηκεν· ἀλοιφῇ δὲ «ἐξαλείψει τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ' οὐρανόν.» Μάχεται γὰρ αὐτῷ κρυφαίᾳ χειρί· καὶ τῶν εἰς αὐτὸν πιστευσάντων ὑπερασπίζει, λαμπρὰν καὶ ἀκιβδήλευτον ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ μυστηρίων ἐνιδρύσας τὴν γνῶσιν. γʹ. Οὐκοῦν ἑορτάζωμεν, ὡς ἠσθενηκότων ἐχθρῶν, ὡς καθῃρημένου τοῦ Σατανᾶ, ὡς τῆς Ἐκκλησίας κεκαθαρμένης· ὡς οὐδενὸς ἔτι λέγοντος οὐκ εἶναι Θεὸν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
