Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.845
Not analysed yet
κατὰ ἀλήθειαν τὸν Ἐμμανουὴλ, ὁμολογούντων δὲ μᾶλλον ἁπάντων τὴν δόξαν αὐτοῦ καὶ ἀκαταπαύστοις χείλεσιν ἀνατιθέντων αὐτῷ τὰς δοξολογίας. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ γῆ προσκυνησάτω σοι, καὶ ψαλάτω τῷ ὀνόματί σου.» Κατήργηκε γὰρ τὸν ἄγαν ἐκ πολλῆς ὑπεροψίας λέγοντα Σατανᾶν· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρί μου ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Συγκαθεῖλε δὲ αὐτῷ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας. «Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων νόμου διὰ τῆς ἀρχαίας ἐντολῆς, ἀλλὰ διὰ πίστεως τῆς εἰς αὐτὸν,» καὶ τῆς ὑπὲρ νόμον ἡμερότητος. «Τὸ γὰρ γράμμα ἀποκτείνει· τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ διακονία μὲν ἡ κατακρίσεως» ὁ Μωσέως ὠνόμασται, καὶ μάλα ὀρθῶς. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ. Διακονία δὲ τῆς δικαιοσύνης ἡ διὰ Χριστοῦ πεπίστευται χάρις. Καθῆκε γὰρ ἑαυτὸν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς ἑκούσιον κένωσιν· καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, γέννησιν ὑπομείνας τὴν [κατὰ] σάρκα διὰ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· ἵνα ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι μετασκευάσῃ πρὸς τὰ βελτίω τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ τῆς εὐαγγελικῆς πολιτείας καταδείξας τὴν ὁδὸν, γνησίους ἀποφήνῃ προσκυνητάς. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Χρῆναι δέ φημι τοὺς, οἵπερ ἂν εἶεν ἀληθινοὶ προσκυνηταὶ, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας ἐργάται γνήσιοι, πάντα μὲν ἀποσείεσθαι μολυσμὸν, ψυχῆς δὲ λέγω καὶ σώματος· πειρᾶσθαι δὲ κατορθοῦν, καὶ μάλα προθύμως, τὰ δι' ὧν ἂν εἶεν αἰτίας ἁπάσης ἀπηλλαγμένοι. Ἁγίους γὰρ εἶναι προσήκει καὶ τῷ σώματι, καὶ τῷ πνεύματι. Οὐκοῦν κατανεκρώσωμεν ἡδονάς· καὶ μὴ σαρκικῶν ἥττονα παθῶν τὸν οἰκεῖον ἔχωμεν νοῦν· φρονοῦντα δὲ μᾶλλον τὰ τοῦ πνεύματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας κατακιβδηλεύειν εἰδότα· προσνενευκότα δὲ μᾶλλον ἀγαθῷ παντὶ πράγματι, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν ὡς ἀπωτάτω ποιεῖσθαι σπουδάζοντα. Καταθέλγουσι μὲν γὰρ αἱ τοῦ σώματος ἡδοναὶ τὸν ἀνθρώπινον νοῦν, καὶ καταληΐζονται νεανικῶς τάς τινων καρδίας, μονονουχὶ πολεμίων δίκην ἀγρίως εἰσβάλλουσαι. Ἀλλ' οἱ τῷ θείῳ φόβῳ τεθωρακισμένοι, τὰς τῶν τοιούτων παθῶν ἐφόδους μονονουχὶ γελῶντες, φασί· «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.» Ἀποφέρει δὲ γνώμης εἰς τοῦτο αὐτοὺς, καὶ μέντοι καὶ εὐσθενείας τῆς πνευματικῆς, ὁ πάνσοφος Παῦλος ἐπιφωνῶν· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.» Κατορθοῦται δὲ τοῦτο διὰ πόνων, ὧν ἄν τις ἕλοιτο χρῆναι θαυμάζεσθαι, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἐπαινουμένοις ἀναθήσαιτο ψῆφον. Οὕτω πάλιν αὐτός πού φησιν ὁ θεσπέ-