# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.848

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.848

σιος Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Χαίροντες τοίνυν ὡς ἁπάσης ἀρετῆς ἐργάται, τὴν πάναγνον ἀληθῶς καὶ ἁγίαν προσδεξώμεθα νηστείαν, τὴν ἁπάσης εὐταξίας τροφὸν, τὴν ἁγιασμοῦ μητέρα, καὶ τῆς ἄνωθεν εὐμενείας πρόξενον. Κατήκοντες δὲ τὸ σῶμα ταῖς ἀσιτίαις, προσεπάγωμεν ἀναγκαίως τῆς ἐπιεικείας τοὺς τρόπους. Ἐσόμεθα γὰρ οὕτω τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Φιλεῖ γάρ πως ἀεὶ τοῖς τῆς σωματικῆς ἀσκήσεως πόνοις ἀκολουθεῖν, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα. Τοῦτο τῆς εὐσεβείας τὸν ἀθλητὴν ταῖς παρὰ Θεοῦ στεφανώσει ψήφοις· τοῦτο τῆς ἄνω κλήσεως προξενήσει τὸ βραβεῖον τοῖς ἀνδριζομένοις ἐν ὑπομονῇ. «Οὐκοῦν, ἕως καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.» δʹ. Ταῦτα διδάξων ἡμᾶς ἐπέφανεν ὁ Μονογενὴς ἐν εἴδει τῷ καθ' ἡμᾶς· ἀλλ' οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καίτοι τὸ ἐπ' αὐτῷ μυστήριον ὡς ἐν σκιαῖς καὶ τύποις τοῦ νόμου προαναφήναντος, διακεκραγότων δὲ πολυτρόπως καὶ τῶν ἁγίων προφητῶν. Οὐκοῦν ἀκουσάτωσαν τὴν ἐπ' αὐτῷ νοσήσαντες ἄγνοιαν· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Ἐδίωκον γὰρ ἐγκαλοῦντές τε καὶ λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Λεγέσθω δὴ οὖν περὶ αὐτῶν, καὶ μάλα εἰκότως· «Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτίας, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ.» Καίτοι γὰρ δέον ὁμολογεῖν, ὅτι καὶ Θεός ἐστι, καὶ τῶν ὅλων Κύριος· καὶ μὴν ἐκ τῶν παραδόξως ἀποτελουμένων τὴν ἄφραστον αὐτοῦ καὶ θεοπρεπῆ δύναμιν ἐπιγινώσκοντας, τὸ προφητικὸν ἐκεῖνο λέγειν· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ,» πεπράχασι μὲν τῶν τοιούτων οὐδὲν, ἐπεφύοντο δὲ πικροὶ καὶ δεινοὶ, ποτὲ μὲν ἐκτόπως διαλοιδορεῖσθαι σπουδάζοντες, «Σαμαρείτην τε καὶ οἰνοπότην,» καὶ μὴν καὶ ἐκ πορνείας αὐτὸν γεγενῆσθαι λέγοντες· ποτὲ δὲ λίθοις τῶν τῆς Ἰουδαίας ὅρων ἐκπέμποντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Κατέσειον δὲ τὰς κεφαλὰς ἐπ' αὐτῷ, καὶ δὴ καὶ ἔφασκον· «Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ ἐκείνων ἐγχείρημα, τὸν τῆς ζωῆς ἀπεκτόνασιν ἀρχηγόν. Ἀλλ' οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, καθά φησιν ὁ θεσπέσιος Πέτρος. Καθικόμενος γὰρ ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου μυχοῖς, καὶ «διακηρύξας τοῖς ἐκεῖσε πνεύμασιν,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
