# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.849

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.849

ἐξήγαγε μὲν τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ,» καθά φησιν ὁ μακάριος Δαβίδ· ἀνεβίω δὲ τριήμερος, ζωοποιήσας ὡς Θεὸς τὸν ἑαυτοῦ ναὸν, «καὶ ἀπαρχὴ γεγονὼς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν,» ἵνα τὴν ἀνθρώπου φύσιν θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονα, καὶ εἰς μακραίωνα μεταστοιχειώσῃ ζωήν. Ἐμφανῆ δὲ καταστήσας ἑαυτὸν τοῖς ἁγίοις ἀποστόλοις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ κεκάθικεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς· τὸ λοιπὸν ἐκδεχόμενος, «Ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καταβήσεται δὲ κατὰ καιροὺς ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. Ταῦτα τοίνυν εἰδότες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, πάντα τρόπον εὐσεβείας ἐπιτηδεύοντες, ὀρθὴν καὶ ἀκαπήλευτον τὴν εἰς αὐτὸν τηροῦντες πίστιν, χήρας ἀνακτώμενοι, ὀρφανοὺς παραμυθούμενοι· τοὺς ἐν πτωχείᾳ τοῖς ἐνοῦσι κατὰ δύναμιν θεραπεύοντες· συναλγοῦντες τοῖς ἀλγυνομένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι· μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ὀγδόῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὔτως εὐδοκιμήσομεν, καὶ τὰς ἑαυτῶν παραθησόμεθα ψυχὰς τῷ ἐπὶ πάντων Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΑʹ. αʹ. Ἐν μὲν ἐμοί γε καὶ λίαν θυμῆρες, ἀδελφοὶ, τῆς ἁγίας ἡμῶν πανηγύρεως καὶ ἐν τῷ παρόντι καιρῷ ποιουμένῳ τὴν δήλωσιν, τοῖς συνήθεσι κεχρῆσθαι πρὸς ὑμᾶς λόγοις, οὐδὲν παραλελοιπότι τῶν ὅσα πρὸς ὠφέλειαν βλέπει πνευματικὴν, καὶ τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀρθῆς καὶ ἀπλανοῦς πίστεως τὸ βέβαιον παρατίθεται. Οὕτω γὰρ ἂν αὐτὸς μὲν ἐκέρδανα τῆς ἐμαυτοῦ προθυμίας τὴν ὄνησιν, ὑμεῖς δὲ ἀζήμιοι τῶν ὠφελεῖν δυναμένων διεμείνατε. Ἐπειδὴ δὲ οὐ πάντα τοῖς ἀνθρωπίνοις σκέμμασιν ἐξ οὐρίας τρέχει τὰ πράγματα, οὐδὲ τῶν κατὰ γνώμην εἰς εὐθὺ καταντᾷ πάντη τε καὶ πάντως τὸ τέλος, φέρε λέγωμεν ὡς ἔνι τὰ κατεπείγοντα, μᾶλλον δὲ ὅσα δύνασθαι παραχωρεῖ τῆς ἐνσκηψάσης ἡμῖν μέχρι καὶ νῦν ἀῤῥωστίας τὸ μέγεθος. Τοσοῦτον γὰρ ἡμᾶς τοῖς ἐξ ἑαυτῆς συμπτώμασι κατεφόρτισεν, ὡς ἀναβοᾷν ἐκεῖνο τὸ παρὰ τῶν ἁγίων μαθητῶν, ὅτε καὶ ἐκινδύνευον τῷ Σωτῆρι, λεχθέν· «Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Οἶδα μὲν οὖν.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
