# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.852

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.852

ὅτι συνέσει διαπρέποντες, σοφὸν καὶ ἔννουν κέκτησθε φρόνημα τῶν ἁγίων ἡμῶν Πατέρων καὶ παναρίστων διδασκάλων ἐναύλους τὰς παραινέσεις κατέχοντες, ὡς μηδὲν ἡμῖν ἐνδεῖν κατὰ τὸν μακάριον Παροιμιαστὴν φάσκοντα· «Πάντα ἐνώπιον τοῖς ποιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.» Πρὸς εἰδότας τοιγαροῦν, θαῤῥῶν ἀναφθέγξομαι. βʹ. Ἰδοὺ δὴ καὶ νῦν ὁ εὔσημος καὶ σωτήριος τῆς ἁγίας ἑορτῆς ἐπέστη καιρὸς, ὅτε τῶν παλαιῶν ἁμαρτημάτων τὸ δυσαχθὲς φορτίον ἀποσεισάμενοι, τὸν σωτήριον ζυγὸν ἑκουσίως ὑπεισήλθομεν τοῦ ἐξ οὐρανοῦ καταβάντος Θεοῦ Λόγου, οὐκ ἔτι κοπιῶντες καὶ πεφορτισμένοι, ἀλλὰ πράῳ καὶ σώζειν εἰδότι τῷ Ἐμμανουὴλ παιδευόμενοι λόγῳ. Οὐκοῦν ἀλλήλοις συγχαίροντες ἐν Ἐκκλησίαις, διὰ τῆς κοινῆς καὶ ἱερᾶς καὶ ὁμοψύχου συνόδου εὐχαριστηρίους ᾠδὰς ἀναπέμψωμεν ἐν τῷ λυτρωσαμένῳ πάντας ἡμᾶς Σωτῆρι Χριστῷ, ἐκ τῆς πάλαι προτετριμμένης ἡμῖν κηλῖδος, διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν, ἀναβοῶντες ἐκεῖνο τὸ πάλαι σοφῶς εἰρημένον, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἐκπεπτώκαμεν ὑπὸ τὴν πεποιηκότος ἀγανάκτησιν εἰκότως γενόμενοι, καὶ τὴν φοβερὰν ἐκείνην καὶ παγχάλεπον ἀκούσαντες φωνὴν, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» τῆς διαβολικῆς τυραννίδος ὤφθημεν θήραμα, οὐδὲν πρὸς τὰ ἄνω ἐπιβλέπειν τολμῶντες οἱ δείλαιοι. Ποία τοίνυν ὑπελίπετο τοῖς τοῦτο ποθοῦσι σωτηρίας ὁδός; ποία τοῖς παραβεβηκόσι τοῦ Δεσπότου τὴν ἐντολὴν ἀφορμὴ συγγνώμης ηὑρίσκετο, Μόνη φιλανθρωπία Θεοῦ οἰκτιρμὸς καὶ ἔλεος τῆς οὕτως ἀφράστου καὶ ἀνεκδιηγήτου δυνάμεως. Ἔπεμψε τοίνυν ἡμῖν τὸν ἴδιον Υἱὸν σωτῆρα καὶ λυτρωτὴν, μόνον δυνάμενον τὴν ἀνθρώπου φύσιν ἐκ τῆς διαβολικῆς ἐξελκύσαι χειρὸς, καὶ τοσαύτῃ χρησάμενος τῇ εἰς ἡμᾶς χρηστότητι καὶ φιλανθρωπίᾳ ὁ τοῦ Θεοῦ Πατρὸς μονογενὴς Λόγος, ὁ σύνθρονος, καὶ ἰσοκλεὴς, καὶ συναΐδιος τῷ ἰδίῳ γεννήτορι, ὁ κτίστης καὶ δημιουργὸς οὐρανοῦ τε καὶ γῆς, καὶ ἀγγέλων, καὶ ἀνθρώπων, «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' αὑτὸς ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀνεδέξατο, ἵνα πάντας σώσας δι' ἑαυτοῦ καθαροὺς ῥύπου καὶ μολυσμοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς χωρὶς μόνης ἁμαρτίας. Διὸ καὶ πείνην ἀνέχεται καὶ νηστεύει κατὰ καιρὸν, ἵνα ὑπογραμμὸς ἡμῖν τῆς ἀναμαρτήτου ζωῆς καὶ ἀρχὴ σωτηρίας εὑρεθῇ. Οὐκοῦν καὶ ἐν ἡμῖν αὐτοῖς προεδρευέτω τῆς ἁγίας πανηγύρεως ἡ νηστεία, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Ὅταν γὰρ ἑαυτοὺς ἀμώμους καὶ ἀσπίλους τηρήσωμεν, καὶ τὴν ἀρέσκουσαν Θεῷ πολιτείαν πανάγνως ἀσκήσωμεν, ὡς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
